Δαρεῖος
800παῦροι γε πολλῶν, εἴ τι πιστεῦσαι θεῶν
χρὴ θεσφάτοισιν, ἐς τὰ νῦν πεπραγμένα
βλέψαντα: συμβαίνει γὰρ οὐ τὰ μέν, τὰ δ᾽ οὔ.
κεἴπερ τάδ᾽ ἐστί, πλῆθος ἔκκριτον στρατοῦ
λείπει κεναῖσιν ἐλπίσιν πεπεισμένος.
805μίμνουσι δ᾽ ἔνθα πεδίον Ἀσωπὸς ῥοαῖς
ἄρδει, φίλον πίασμα Βοιωτῶν χθονί:
οὗ σφιν κακῶν ὕψιστ᾽ ἐπαμμένει παθεῖν,
ὕβρεως ἄποινα κἀθέων φρονημάτων:
οἳ γῆν μολόντες Ἑλλάδ᾽ οὐ θεῶν βρέτη
810ᾐδοῦντο συλᾶν οὐδὲ πιμπράναι νεώς:
βωμοὶ δ᾽ ἄιστοι, δαιμόνων θ᾽ ἱδρύματα
πρόρριζα φύρδην ἐξανέστραπται βάθρων.
τοιγὰρ κακῶς δράσαντες οὐκ ἐλάσσονα
πάσχουσι, τὰ δὲ μέλλουσι, κοὐδέπω κακῶν
815κρηνὶς ἀπέσβηκ᾽ ἀλλ᾽ ἔτ᾽ ἐκπιδύεται.
τόσος γὰρ ἔσται πέλανος αἱματοσφαγὴς
πρὸς γῇ Πλαταιῶν Δωρίδος λόγχης ὕπο:
θῖνες νεκρῶν δὲ καὶ τριτοσπόρῳ γονῇ
ἄφωνα σημανοῦσιν ὄμμασιν βροτῶν
820ὡς οὐχ ὑπέρφευ θνητὸν ὄντα χρὴ φρονεῖν.
ὕβρις γὰρ ἐξανθοῦσ᾽ ἐκάρπωσεν στάχυν
ἄτης, ὅθεν πάγκλαυτον ἐξαμᾷ θέρος.
τοιαῦθ᾽ ὁρῶντες τῶνδε τἀπιτίμια
μέμνησθ᾽ Ἀθηνῶν Ἑλλάδος τε, μηδέ τις
825ὑπερφρονήσας τὸν παρόντα δαίμονα
ἄλλων ἐρασθεὶς ὄλβον ἐκχέῃ μέγαν.
Ζεύς τοι κολαστὴς τῶν ὑπερκόμπων ἄγαν
φρονημάτων ἔπεστιν, εὔθυνος βαρύς.
πρὸς ταῦτ᾽ ἐκεῖνον, σωφρονεῖν κεχρημένον,
830πινύσκετ᾽ εὐλόγοισι νουθετήμασιν,
λῆξαι θεοβλαβοῦνθ᾽ ὑπερκόμπῳ θράσει.
σὺ δ᾽, ὦ γεραιὰ μῆτερ ἡ Ξέρξου φίλη,
ἐλθοῦσ᾽ ἐς οἴκους κόσμον ὅστις εὐπρεπὴς
λαβοῦσ᾽ ὑπαντίαζε παιδί. πάντα γὰρ
835κακῶν ὑπ᾽ ἄλγους λακίδες ἀμφὶ σώματι
στημορραγοῦσι ποικίλων ἐσθημάτων.
ἀλλ᾽ αὐτὸν εὐφρόνως σὺ πράυνον λόγοις:
μόνης γάρ, οἶδα, σοῦ κλύων ἀνέξεται.
ἐγὼ δ᾽ ἄπειμι γῆς ὑπὸ ζόφον κάτω.
840ὑμεῖς δέ, πρέσβεις, χαίρετ᾽, ἐν κακοῖς ὅμως
ψυχῇ διδόντες ἡδονὴν καθ᾽ ἡμέραν,
ὡς τοῖς θανοῦσι πλοῦτος οὐδὲν ὠφελεῖ.