Ἄτοσσα
αἰαῖ, κακῶν δὴ πέλαγος ἔρρωγεν μέγα
Πέρσαις τε καὶ πρόπαντι βαρβάρων γένει.
Ἄγγελος
435εὖ νυν τόδ᾽ ἴσθι, μηδέπω μεσοῦν κακόν:
τοιάδ᾽ ἐπ᾽ αὐτοῖς ἦλθε συμφορὰ πάθους
ὡς τοῖσδε καὶ δὶς ἀντισηκῶσαι ῥοπῇ.
Ἄτοσσα
καὶ τίς γένοιτ᾽ ἂν τῆσδ᾽ ἔτ᾽ ἐχθίων τύχη;
λέξον τίν᾽ αὖ φὴς τήνδε συμφορὰν στρατῷ
440ἐλθεῖν κακῶν ῥέπουσαν ἐς τὰ μάσσονα.
Ἄγγελος
Περσῶν ὅσοιπερ ἦσαν ἀκμαῖοι φύσιν,
ψυχήν τ᾽ ἄριστοι κεὐγένειαν ἐκπρεπεῖς,
αὐτῷ τ᾽ ἄνακτι πίστιν ἐν πρώτοις ἀεί,
τεθνᾶσιν αἰσχρῶς δυσκλεεστάτῳ μόρῳ.
Ἄτοσσα
445οἲ 'γὼ τάλαινα συμφορᾶς κακῆς, φίλοι.
ποίῳ μόρῳ δὲ τούσδε φὴς ὀλωλέναι;
Ἄγγελος
νῆσός τις ἔστι πρόσθε Σαλαμῖνος τόπων,
βαιά, δύσορμος ναυσίν, ἣν ὁ φιλόχορος
Πὰν ἐμβατεύει, ποντίας ἀκτῆς ἔπι.
450ἐνταῦθα πέμπει τούσδ᾽, ὅπως, ὅταν νεῶν
φθαρέντες ἐχθροὶ νῆσον ἐκσῳζοίατο,
κτείνοιεν εὐχείρωτον Ἑλλήνων στρατόν,
φίλους δ᾽ ὑπεκσῴζοιεν ἐναλίων πόρων,
κακῶς τὸ μέλλον ἱστορῶν. ὡς γὰρ θεὸς
455ναῶν ἔδωκε κῦδος Ἕλλησιν μάχης,
αὐθημερὸν φράξαντες εὐχάλκοις δέμας
ὅπλοισι ναῶν ἐξέθρῳσκον: ἀμφὶ δὲ
κυκλοῦντο πᾶσαν νῆσον, ὥστ᾽ ἀμηχανεῖν
ὅποι τράποιντο. πολλὰ μὲν γὰρ ἐκ χερῶν
460πέτροισιν ἠράσσοντο, τοξικῆς τ᾽ ἄπο
θώμιγγος ἰοὶ προσπίτνοντές ὤλλυσαν:
τέλος δ᾽ ἐφορμηθέντες ἐξ ἑνὸς ῥόθου
παίουσι, κρεοκοποῦσι δυστήνων μέλη,
ἕως ἁπάντων ἐξαπέφθειραν βίον.
465Ξέρξης δ᾽ ἀνῴμωξεν κακῶν ὁρῶν βάθος:
ἕδραν γὰρ εἶχε παντὸς εὐαγῆ στρατοῦ,
ὑψηλὸν ὄχθον ἄγχι πελαγίας ἁλός:
ῥήξας δὲ πέπλους κἀνακωκύσας λιγύ,
πεζῷ παραγγείλας ἄφαρ στρατεύματι,
470ἵησ᾽ ἀκόσμῳ ξὺν φυγῇ. τοιάνδε σοι
πρὸς τῇ πάροιθε συμφορὰν πάρα στένειν.