previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ῥητόρων δὲ Δημοσθένης μόνος, ὥσπερ τῶν ἄλλων ὅσοι μέγα τι καὶ λαμπρὸν ἔδοξαν ποιεῖν ἐν λόγοις, οὕτω καὶ Θουκυδίδου ζηλωτὴς ἐγένετο κατὰ πολλὰ καὶ προσέθηκε τοῖς πολιτικοῖς λόγοις παρ᾽ ἐκείνου λαβών, ἃς οὔτε Ἀντιφῶν οὔτε Λυσίας οὔτε Ἰσοκράτης οἱ πρωτεύσαντες τῶν τότε ῥητόρων ἔσχον ἀρετάς, τὰ τάχη λέγω καὶ τὰς συστροφὰς καὶ τοὺς τόνους καὶ τὸ πικρὸν καὶ τὸ στριφνὸν καὶ τὴν ἐξεγείρουσαν τὰ πάθη δεινότητα: τὸ δὲ κατάγλωσσον τῆς λέξεως καὶ ξένον καὶ [p. 413] ποιητικὸν οὐχ ἡγησάμενος ἐπιτήδεια τοῖς ἀληθινοῖς ἀγῶσι παρέλιπε, καὶ οὐδὲ τῶν σχημάτων τὸ πεπλανημένον ἐκ τῆς κατὰ φύσιν ἀκολουθίας καὶ τὸ σολοικοφανὲς ἠγάπησεν, ἀλλ᾽ ἐν τοῖς συνήθεσιν ἔμεινε, ταῖς μεταβολαῖς καὶ τῇ ποικιλίᾳ καὶ τῷ μηδὲν ἁπλῶς ἀσχημάτιστον ἐκφέρειν νόημα κοσμῶν τὴν φράσιν. τὰς δὲ πολυπλόκους νοήσεις καὶ πολλὰ δηλούσας ἐν ὀλίγοις καὶ διὰ μακροῦ κομιζομένας τὴν ἀκολουθίαν καὶ ἐκ παραδόξου τὰ ἐνθυμήματα φερούσας ἐζήλωσέν τε καὶ προσέθηκε τοῖς τε δημηγορικοῖς καὶ τοῖς δικανικοῖς λόγοις, ἧττον μὲν ἐπὶ τῶν ἰδιωτικῶν, δαψιλέστερον δὲ ἐπὶ τῶν δημοσίων ἀγώνων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: