γὰρ πρότερον ἰδόντες ἐλέφαντα οὔτε αὐτοὶ Γαλάται οὔτε
οἱ ἵπποι αὐτῶν οὕτω πρὸς τὸ παράδοξον τῆς ὄψεως ἐταράχθησαν,
ὥστε πόρρω ἔτι τῶν θηρίων ὄντων ἐπεὶ μόνον
τετριγότων ἤκουσαν καὶ τοὺς ὀδόντας εἶδον ἀποστίλβοντας
ἐπισημότερον ὡς ἂν ἐκ μέλανος τοῦ παντὸς σώματος
καὶ τὰς προνομαίας ὡς ἐς ἁρπαγὴν ὑπεραιωρουμένας,
πρὶν ἢ τὸ τόξευμα ἐξικνεῖσθαι, ἐκκλίναντες σὺν οὐδενὶ
κόσμῳ ἔφευγον, οἱ μὲν πεζοὶ περιπειρόμενοι ὑπ᾽ ἀλλήλων
τοῖς δορατίοις καὶ συμπατούμενοι ὑπὸ τῶν ἱππέων,
ὡς εἶχον, ἐμπεσόντων ἐπ᾽ αὐτούς, τὰ ἅρματα δέ, ἀναστρέψαντα
καὶ ταῦτα ἔμπαλιν εἰς τοὺς οἰκείους, οὐκ
ἀναιμωτὶ διεφέρετο ἐν αὐτοῖς, ἀλλὰ τὸ τοῦ Ὁμήρου,
‘δίφροι δ᾽ ἀνεκυμβαλίαζον:’ οἱ ἵπποι δ᾽ ἐπείπερ ἅπαξ
τῆς ἐς τὸ εὐθὺ ὁδοῦ ἀπετρέποντο οὐκ ἀνασχόμενοι τῶν
ἐλεφάντων, τοὺς ἐπιβάτας ἀποβαλόντες ‘κείν᾽ ὄχεα κροτάλιζον’
τέμνοντες νὴ Δία καὶ διαιροῦντες τοῖς δρεπάνοις
εἴ τινας τῶν φίλων καταλάβοιεν: πολλοὶ δ᾽ ὡς ἐν
ταραχῳ τοσουτῳ κατελαμβάνοντο. εἵποντο δὲ καὶ οἱ ἐλέφαντες
συμπατοῦντες καὶ συναναρριπτοῦντες ἐς ὕψος
ταῖς προνομαίαις καὶ συναρπάζοντες καὶ τοῖς ὀδοῦσι περιπείροντες,
καὶ τέλος οὗτοι κατὰ κράτος παραδιδόασι τῷ [p. 400]
Αντιόχῳ τὴν νίκην.