παρὰ τὸν Θερμώδοντα τοίνυν ποταμὸν ἔθνους κρατοῦντος γυναικοκρατουμένου, καὶ τῶν γυναικῶν ὁμοίως τοῖς ἀνδράσι τὰς πολεμικὰς χρείας μεταχειριζομένων, φασὶ μίαν ἐξ αὐτῶν βασιλικὴν ἐξουσίαν ἔχουσαν ἀλκῇ καὶ ῥώμῃ διενεγκεῖν: συστησαμένην δὲ γυναικῶν στρατόπεδον [p. 242] γυμνάσαι τε τοῦτο καί τινας τῶν ὁμόρων καταπολεμῆσαι. [2] αὐξομένης δὲ τῆς περὶ αὐτὴν ἀρετῆς τε καὶ δόξης συνεχῶς ἐπὶ τὰ πλησιόχωρα τῶν ἐθνῶν στρατεύειν, καὶ τῆς τύχης εὐροούσης φρονήματος ἐμπίμπλασθαι, καὶ θυγατέρα μὲν Ἄρεος αὑτὴν προσαγορεῦσαι, τοῖς δ᾽ ἀνδράσι προσνεῖμαι τὰς ταλασιουργίας καὶ τὰς τῶν γυναικῶν κατ᾽ οἴκους ἐργασίας. νόμους τε καταδεῖξαι, δι᾽ ὧν τὰς μὲν γυναῖκας ἐπὶ τοὺς πολεμικοὺς ἀγῶνας προάγειν, τοῖς δ᾽ ἀνδράσι ταπείνωσιν καὶ δουλείαν περιάπτειν. [3] τῶν δὲ γεννωμένων τοὺς μὲν ἄρρενας ἐπήρουν τά τε σκέλη καὶ τοὺς βραχίονας, ἀχρήστους κατασκευάζοντες πρὸς τὰς πολεμικὰς χρείας, τῶν δὲ θηλυτερῶν τὸν δεξιὸν μαστὸν ἐπέκαον, ἵνα μὴ κατὰ τὰς ἀκμὰς τῶν σωμάτων ἐπαιρόμενος ἐνοχλῇ: ἀφ᾽ ἧς αἰτίας συμβῆναι τὸ ἔθνος τῶν Ἀμαζόνων ταύτης τυχεῖν τῆς προσηγορίας. [4] καθόλου δὲ διαφέρουσαν αὐτὴν συνέσει καὶ στρατηγίᾳ πόλιν μὲν κτίσαι μεγάλην παρὰ τὰς ἐκβολὰς τοῦ Θερμώδοντος ποταμοῦ, τοὔνομα Θεμίσκυραν, καὶ βασίλεια κατασκευάσαι περιβόητα, κατὰ δὲ τὰς στρατείας ἐπιμελομένην πολὺ τῆς εὐταξίας τὸ μὲν πρῶτον καταπολεμῆσαι πάντας τοὺς ὁμόρους μέχρι τοῦ Τανάιδος ποταμοῦ. [5] καὶ ταύτην μέν φασι ταύτας τὰς πράξεις ἐπιτελεσαμένην καὶ κατά τινα μάχην λαμπρῶς ἀγωνισαμένην ἡρωικῶς τελευτῆσαι τὸν βίον.