previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

3. Ἀλέξανδρος δὲ πυθόμενος πολλοὺς τῶν Ἑλλήνων μετεώρους εἶναι πρὸς καινοτομίαν εἰς πολλὴν ἀγωνίαν ἐνέπιπτεν. [2] Ἀθηναῖοι μὲν γὰρ Δημοσθένους δημαγωγοῦντος κατὰ τῶν Μακεδόνων τήν τε Φιλίππου τελευτὴν ἀσμένως ἤκουσαν καὶ τῆς ἡγεμονίας τῶν Ἑλλήνων οὐκ ἐξεχώρουν τοῖς Μακεδόσι, διαπρεσβευσάμενοι δὲ πρὸς Ἄτταλον ἐν ἀπορρήτοις συνετίθεντο κοινοπραγίαν καὶ πολλὰς τῶν πόλεων προετρέποντο τῆς ἐλευθερίας ἀντέχεσθαι: [3] Αἰτωλοὶ δὲ κατάγειν τοὺς ἐξ Ἀκαρνανίας φυγάδας ἐψηφίσαντο διὰ Φιλίππου πεῖραν εἰληφότας τῆς φυγῆς. Ἀμβρακιῶται δὲ πεισθέντες Ἀριστάρχῳ τὴν μὲν ὑπὸ Φιλίππου κατασταθεῖσαν φρουρὰν ἐξέβαλον, τὴν δὲ πόλιν ἐποίησαν δημοκρατεῖσθαι: [4] ὁμοίως δὲ τούτοις Θηβαῖοι τὴν μὲν ἐν τῇ Καδμείᾳ φρουρὰν ἐκβαλεῖν ἐψηφίσαντο, τῷ δ᾽ Ἀλεξάνδρῳ μὴ συγχωρεῖν τὴν τῶν Ἑλλήνων ἡγεμονίαν. Ἀρκάδες δὲ οὔτε Φιλίππῳ συνεχώρησαν τὴν ἡγεμονίαν μόνοι τῶν Ἑλλήνων οὔτ᾽ Ἀλεξάνδρῳ προσέσχον: [5] τῶν δ᾽ ἄλλων Πελοποννησίων Ἀργεῖοι καὶ Ἠλεῖοι καὶ Λακεδαιμόνιοι καί τινες ἕτεροι πρὸς τὴν αὐτονομίαν ὥρμησαν. τῶν δὲ ὑπεροικούντων τὴν Μακεδονίαν ἐθνῶν οὐκ ὀλίγα πρὸς ἀπόστασιν ὥρμα καὶ πολλὴ ταραχὴ κατεῖχε τοὺς τῇδε κατοικοῦντας βαρβάρους. [6] ἀλλ᾽ ὅμως τηλικούτων πραγμάτων καὶ τοσούτων φόβων κατεχόντων τὴν βασιλείαν Ἀλέξανδρος νέος ὢν παντελῶς ἅπαντα τὰ κατὰ τὴν ἀρχὴν δυσχερῆ παραδόξως καὶ συντόμως κατεστήσατο: οὓς μὲν γὰρ πειθοῖ διὰ τῆς ὁμιλίας προσηγάγετο, οὓς δὲ φόβῳ διωρθώσατο, τινὰς δὲ βίᾳ χειρωσάμενος ὑπηκόους ἐποιήσατο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: