τότε μὲν οὖν τοῖς θεοῖς ἔθυσαν πανδημεί, τῇ δ᾽ ὑστεραίᾳ συναχθείσης ἐκκλησίας ἐβουλεύοντο, πῶς χρήσονται τοῖς αἰχμαλώτοις. Διοκλῆς δέ τις, τῶν δημαγωγῶν ἐνδοξότατος ὤν, ἀπεφήνατο γνώμην ὡς δέοι τοὺς μὲν στρατηγοὺς τῶν Ἀθηναίων μετ᾽ αἰκίας ἀνελεῖν, τοὺς δ᾽ ἄλλους αἰχμαλώτους ἐν μὲν τῷ παρόντι τεθῆναι πάντας εἰς τὰς λατομίας, μετὰ δὲ ταῦτα τοὺς μὲν συμμαχήσαντας τοῖς Ἀθηναίοις λαφυροπωλῆσαι, τοὺς δ᾽ Ἀθηναίους ἐργαζομένους ἐν τῷ δεσμωτηρίῳ λαμβάνειν ἀλφίτων δύο κοτύλας. [5] ἀναγνωσθέντος δὲ τοῦ ψηφίσματος Ἑρμοκράτης παρελθὼν εἰς τὴν ἐκκλησίαν ἐνεχείρει λέγειν, ὡς κάλλιόν ἐστι τοῦ νικᾶν τὸ τὴν νίκην ἐνεγκεῖν ἀνθρωπίνως. [6] θορυβοῦντος δὲ τοῦ δήμου καὶ τὴν δημηγορίαν οὐχ ὑπομένοντος, Νικόλαός τις,ἐστερημένος ἐν τῷ πολέμῳ δυεῖν υἱῶν, ἀνέβαινεν ἐπὶ τὸ βῆμα κατεχόμενος ὑπὸ τῶν οἰκετῶν διὰ τὸ γῆρας: ὃν ὡς εἶδεν ὁ δῆμος, ἔληξε τοῦ θορύβου, νομίζων κατηγορήσειν τῶν αἰχμαλώτων. γενομένης οὖν σιωπῆς ὁ πρεσβύτερος ἐντεῦθεν ἤρξατο τῶν λόγων.