θαυμάζω δ᾽ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, κἀκεῖνο, εἰ τοὺς μὲν πορνοβοσκοὺς μισεῖτε, τοὺς δ᾽ ἑκόντας πεπορνευμένους ἀφήσετε: καὶ ὡς ἔοικεν ὁ αὐτὸς οὗτος ἀνὴρ ἱερωσύνην μὲν οὐδενὸς θεῶν κληρώσεται, ὡς οὐκ ὢν ἐκ τῶν νόμων καθαρὸς τὸ σῶμα γράψει δ᾽ ἐν τοῖς ψηφίσμασιν εὐχὰς ὑπὲρ τῆς πόλεως ταῖς σεμναῖς θεαῖς. εἶτα τί θαυμάζομεν τὴν κοινὴν ἀπραξίαν, τοιούτων ῥητόρων ἐπὶ τὰς τοῦ δήμου γνώμας ἐπιγραφομένων; καὶ τὸν αἰσχρῶς οἴκοι βεβιωκότα ἔξω τῆς πόλεως πρεσβευτὴν πέμψομεν, καὶ τούτῳ περὶ τῶν μεγίστων διαπιστεύσομεν; τί δ᾽ οὐκ ἂν ἀποδοῖτο ὁ τὴν τοῦ σώματος ὕβριν πεπρακώς; τίνα δ᾽ ἂν οὗτος ἐλεήσειεν ὁ αὑτὸν οὐκ ἐλεήσας;