ἀλλ᾽ ὅμως οὕτω σαφῶς τούτων διωρισμένων, πολλαὶ παρεμβολαὶ λόγων ὑπὸ Δημοσθένους εὑρεθήσονται. καὶ ταῖς μὲν ὑπὲρ1 τοῦ πράγματος κακοηθείαις λεγομέναις ἧττον ἄν τις ἀγανακτήσειεν: ἃ δὲ ἔξωθεν ἐπεισάξεται λυμαινόμενος τὰ τῆς πόλεως δίκαια, ἐπὶ τούτοις ἄξιόν ἐστιν ὀργισθῆναι. πολὺς μὲν γὰρ ὁ Φίλιππος ἔσται, ἀναμειχθήσεται δὲ καὶ τὸ τοῦ παιδὸς ὄνομα Ἀλεξάνδρου. καὶ γὰρ πρὸς τοῖς ἄλλοις κακοῖς ἄμουσός τις οὗτος καὶ ἀπαίδευτος ἄνθρωπός ἐστι.