Ἡρακλῆς
60ποῖός τις ὦδελφίδιον;
Διόνυσος
οὐκ ἔχω φράσαι.
ὅμως γε μέντοι σοι δι᾽ αἰνιγμῶν ἐρῶ.
ἤδη ποτ᾽ ἐπεθύμησας ἐξαίφνης ἔτνους;
Ἡρακλῆς
ἔτνους; βαβαιάξ, μυριάκις γ᾽ ἐν τῷ βίῳ.
Διόνυσος
ἆρ᾽ ἐκδιδάσκω τὸ σαφὲς ἢ 'τέρᾳ φράσω;
Ἡρακλῆς
65μὴ δῆτα περὶ ἔτνους γε: πάνυ γὰρ μανθάνω.
Διόνυσος
τοιουτοσὶ τοίνυν με δαρδάπτει πόθος
Εὐριπίδου.
Ἡρακλῆς
καὶ ταῦτα τοῦ τεθνηκότος;
Διόνυσος
κοὐδείς γέ μ᾽ ἂν πείσειεν ἀνθρώπων τὸ μὴ οὐκ
ἐλθεῖν ἐπ᾽ ἐκεῖνον.
Ἡρακλῆς
πότερον εἰς Ἅιδου κάτω;
Διόνυσος
70καὶ νὴ Δί᾽ εἴ τί γ᾽ ἔστιν ἔτι κατωτέρω.
Διόνυσος
δέομαι ποιητοῦ δεξιοῦ.
οἱ μὲν γὰρ οὐκέτ᾽ εἰσίν, οἱ δ᾽ ὄντες κακοί.
Διόνυσος
τοῦτο γάρ τοι καὶ μόνον
ἔτ᾽ ἐστὶ λοιπὸν ἀγαθόν, εἰ καὶ τοῦτ᾽ ἄρα:
75οὐ γὰρ σάφ᾽ οἶδ᾽ οὐδ᾽ αὐτὸ τοῦθ᾽ ὅπως ἔχει.
Ἡρακλῆς
εἶτ᾽ οὐχὶ Σοφοκλέα πρότερον Εὐριπίδου
μέλλεις ἀναγαγεῖν, εἴπερ ἐκεῖθεν δεῖ σ᾽ ἄγειν;
Διόνυσος
οὐ πρίν γ᾽ ἂν Ἰοφῶντ᾽, ἀπολαβὼν αὐτὸν μόνον,
ἄνευ Σοφοκλέους ὅ τι ποιεῖ κωδωνίσω.
80κἄλλως ὁ μέν γ᾽ Εὐριπίδης πανοῦργος ὢν
κἂν ξυναποδρᾶναι δεῦρ᾽ ἐπιχειρήσειέ μοι:
ὁ δ᾽ εὔκολος μὲν ἐνθάδ᾽ εὔκολος δ᾽ ἐκεῖ.
Διόνυσος
ἀπολιπών μ᾽ ἀποίχεται,
ἀγαθὸς ποιητὴς καὶ ποθεινὸς τοῖς φίλοις.
Ξανθίας
περὶ ἐμοῦ δ᾽ οὐδεὶς λόγος
ἐπιτριβομένου τὸν ὦμον οὑτωσὶ σφόδρα.