next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ξανθίας

Εἴπω τι τῶν εἰωθότων δέσποτα,
ἐφ᾽ οἷς ἀεὶ γελῶσιν οἱ θεώμενοι;

Διόνυσος

νὴ τὸν Δί᾽ τι Βούλει γε, πλὴνπιέζομαι,’
τοῦτο δὲ φύλαξαι: πάνυ γάρ ἐστ᾽ ἤδη χολή.

Ξανθίας

μηδ᾽ ἕτερον ἀστεῖόν τι;

Διόνυσος
πλήν γ᾽ὡς θλίβομαι.’

Ξανθίας

τί δαί; τὸ πάνυ γέλοιον εἴπω;

Διόνυσος
νὴ Δία
θαρρῶν γε: μόνον ἐκεῖν᾽ ὅπως μὴ 'ρεῖς,

Ξανθίας
τὸ τί;

Διόνυσος

μεταβαλλόμενος τἀνάφορον ὅτιχεζητιᾷς.’

Ξανθίας

μηδ᾽ ὅτι τοσοῦτον ἄχθος ἐπ᾽ ἐμαυτῷ φέρων,
10εἰ μὴ καθαιρήσει τις, ἀποπαρδήσομαι;

Διόνυσος

μὴ δῆθ᾽, ἱκετεύω, πλήν γ᾽ ὅταν μέλλω 'ξεμεῖν.

Ξανθίας

τί δῆτ᾽ ἔδει με ταῦτα τὰ σκεύη φέρειν,
εἴπερ ποιήσω μηδὲν ὧνπερ Φρύνιχος
εἴωθε ποιεῖν καὶ Λύκις κἀμειψίας;

Διόνυσος

μή νυν ποιήσῃς: ὡς ἐγὼ θεώμενος,
ὅταν τι τούτων τῶν σοφισμάτων ἴδω,
πλεῖν 'νιαυτῷ πρεσβύτερος ἀπέρχομαι.

Ξανθίας

τρισκακοδαίμων ἄρ᾽ τράχηλος οὑτοσί,
20ὅτι θλίβεται μέν, τὸ δὲ γέλοιον οὐκ ἐρεῖ.

Διόνυσος

εἶτ᾽ οὐχ ὕβρις ταῦτ᾽ ἐστὶ καὶ πολλὴ τρυφή,
ὅτ᾽ ἐγὼ μὲν ὢν Διόνυσος υἱὸς Σταμνίου
αὐτὸς βαδίζω καὶ πονῶ, τοῦτον δ᾽ ὀχῶ,
ἵνα μὴ ταλαιπωροῖτο μηδ᾽ ἄχθος φέροι;

Ξανθίας

οὐ γὰρ φέρω 'γώ;

Διόνυσος
πῶς φέρεις γὰρ ὅς γ᾽ ὀχεῖ;

Ξανθίας

φέρων γε ταυτί.

Διόνυσος
τίνα τρόπον;

Ξανθίας
Βαρέως πάνυ.

Διόνυσος

οὔκουν τὸ Βάρος τοῦθ᾽ σὺ φέρεις ὄνος φέρει;

Ξανθίας

οὐ δῆθ᾽ γ᾽ ἔχω 'γὼ καὶ φέρω μὰ τὸν Δί᾽ οὔ.

Διόνυσος

πῶς γὰρ φέρεις, ὅς γ᾽ αὐτὸς ὑφ᾽ ἑτέρου φέρει;

Ξανθίας

30οὐκ οἶδ᾽: δ᾽ ὦμος οὑτοσὶ πιέζεται.

Διόνυσος

σὺ δ᾽ οὖν ἐπειδὴ τὸν ὄνον οὐ φῄς σ᾽ ὠφελεῖν,
ἐν τῷ μέρει σὺ τὸν ὄνον ἀράμενος φέρε.

Ξανθίας

οἴμοι κακοδαίμων: τί γὰρ ἐγὼ οὐκ ἐναυμάχουν;
τἄν σε κωκύειν ἂν ἐκέλευον μακρά.

Διόνυσος

35κατάβα πανοῦργε. καὶ γὰρ ἐγγὺς τῆς θύρας
ἤδη βαδίζων εἰμὶ τῆσδ᾽, οἷ πρῶτά με
ἔδει τραπέσθαι. παιδίον, παῖ, ἠμί, παῖ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: