previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Πανδοκευτρία

Πλαθάνη Πλαθάνη δεῦρ᾽ ἔλθ᾽, πανοῦργος οὑτοσί,
550ὃς ἐς τὸ πανδοκεῖον εἰσελθών ποτε
ἑκκαίδεκ᾽ ἄρτους κατέφαγ᾽ ἡμῶν.

Πλαθάνη
νὴ Δία
ἐκεῖνος αὐτὸς δῆτα.

Ξανθίας
κακὸν ἥκει τινί.

Πανδοκευτρία

καὶ κρέα γε πρὸς τούτοισιν ἀνάβραστ᾽ εἴκοσιν
ἀν᾽ ἡμιωβολιαῖα.

Ξανθίας
δώσει τις δίκην.

Πανδοκευτρία

555καὶ τὰ σκόροδα τὰ πολλά.

Διόνυσος
ληρεῖς γύναι
κοὐκ οἶσθ᾽ τι λέγεις.

Πανδοκευτρία
οὐ μὲν οὖν με προσεδόκας,
ὁτιὴ κοθόρνους εἶχες, ἂν γνῶναί σ᾽ ἔτι;
τί δαί; τὸ πολὺ τάριχος οὐκ εἴρηκά πω.

Πλαθάνη.

μὰ Δί᾽ οὐδὲ τὸν τυρόν γε τὸν χλωρὸν τάλαν,
560ὃν οὗτος αὐτοῖς τοῖς ταλάροις κατήσθιεν

Πανδοκευτρία

κἄπειτ᾽ ἐπειδὴ τἀργύριον ἐπραττόμην,
ἔβλεψεν ἔς με δριμὺ κἀμυκᾶτό γε.

Ξανθίας

τούτου πάνυ τοὔργον: οὗτος τρόπος πανταχοῦ.

Πανδοκευτρία

καὶ τὸ ξίφος γ᾽ ἐσπᾶτο μαίνεσθαι δοκῶν.

Πλαθάνη

565νὴ Δία τάλαινα.

Πανδοκευτρία
νὼ δὲ δεισάσα γέ που
ἐπὶ τὴν κατήλιφ᾽ εὐθὺς ἀνεπηδήσαμεν:
δ᾽ ᾤχετ᾽ ἐξᾴξας γε τὰς ψιάθους λαβών.

Ξανθίας

καὶ τοῦτο τούτου τοὔργον.

Πλαθάνη
ἀλλ᾽ ἐχρῆν τι δρᾶν.

Πανδοκευτρία

ἴθι δὴ κάλεσον τὸν προστάτην Κλέωνά μοι.

Πλαθάνη

570σὺ δ᾽ ἔμοιγ᾽ ἐάνπερ ἐπιτύχῃς Ὑπέρβολον,
ἵν᾽ αὐτὸν ἐπιτρίψωμεν.

Πανδοκευτρία
μιαρὰ φάρυξ,
ὡς ἡδέως ἄν σου λίθῳ τοὺς γομφίους
κόπτοιμ᾽ ἄν, οἷς μου κατέφαγες τὰ φορτία.

Πλαθάνη

ἐγὼ δέ γ᾽ ἐς τὸ βάραθρον ἐμβάλοιμί σε.

Πανδοκευτρία

575ἐγὼ δὲ τὸν λάρυγγ᾽ ἂν ἐκτέμοιμί σου
δρέπανον λαβοῦσ᾽, τὰς χόλικας κατέσπασας.

Πλαθάνη.

ἀλλ᾽ εἶμ᾽ ἐπὶ τὸν Κλέων᾽, ὃς αὐτοῦ τήμερον
ἐκπηνιεῖται ταῦτα προσκαλούμενος.

Διόνυσος

κάκιστ᾽ ἀπολοίμην, Ξανθίαν εἰ μὴ φιλῶ.

Ξανθίας

580οἶδ᾽ οἶδα τὸν νοῦν: παῦε παῦε τοῦ λόγου.
οὐκ ἂν γενοίμην Ἡρακλῆς ἄν.

Διόνυσος
μηδαμῶς
Ξανθίδιον.

Ξανθίας
καὶ πῶς ἂν Ἀλκμήνης ἐγὼ
υἱὸς γενοίμην δοῦλος ἅμα καὶ θνητὸς ὤν;

Διόνυσος

οἶδ᾽ οἶδ᾽ ὅτι θυμοῖ, καὶ δικαίως αὐτὸ δρᾷς:
585κἂν εἴ με τύπτοις, οὐκ ἂν ἀντείποιμί σοι.
ἀλλ᾽ ἤν σε τοῦ λοιποῦ ποτ᾽ ἀφέλωμαι χρόνου,
πρόρριζος αὐτός, γυνή, τὰ παιδία,
κάκιστ᾽ ἀπολοίμην, κἀρχέδημος γλάμων.

Ξανθίας

δέχομαι τὸν ὅρκον κἀπὶ τούτοις λαμβάνω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: