Διόνυσος
460ἄγε δὴ τίνα τρόπον τὴν θύραν κόψω; τίνα;
πῶς ἐνθάδ᾽ ἄρα κόπτουσιν οὑπιχώριοι;
Ξανθίας
οὐ μὴ διατρίψεις, ἀλλὰ γεύσει τῆς θύρας,
καθ᾽ Ἡρακλέα τὸ σχῆμα καὶ τὸ λῆμ᾽ ἔχων.
Ἄιακος
465ὦ βδελυρὲ κἀναίσχυντε καὶ τολμηρὲ σὺ
καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε,
ὃς τὸν κύν᾽ ἡμῶν ἐξελάσας τὸν Κέρβερον
ἀπῇξας ἄγχων κἀποδρὰς ᾤχου λαβών,
ὃν ἐγὼ 'φύλαττον. ἀλλὰ νῦν ἔχει μέσος:
470τοία Στυγός σε μελανοκάρδιος πέτρα
Ἀχερόντιός τε σκόπελος αἱματοσταγὴς
φρουροῦσι, Κωκυτοῦ τε περίδρομοι κύνες,
ἔχιδνά θ᾽ ἑκατογκέφαλος, ἣ τὰ σπλάγχνα σου
διασπαράξει, πλευμόνων τ᾽ ἀνθάψεται
475Ταρτησία μύραινα: τὼ νεφρὼ δέ σου
αὐτοῖσιν ἐντέροισιν ᾑματωμένω
διασπάσονται Γοργόνες Τειθράσιαι,
ἐφ᾽ ἃς ἐγὼ δρομαῖον ὁρμήσω πόδα.
Διόνυσος
ἐγκέχοδα: κάλει θεόν.
Ξανθίας
480ὦ καταγέλαστ᾽ οὔκουν ἀναστήσει ταχὺ
πρίν τινά σ᾽ ἰδεῖν ἀλλότριον;
Διόνυσος
ἀλλ᾽ ὡρακιῶ.
ἀλλ᾽ οἶσε πρὸς τὴν καρδίαν μου σφογγιάν.
Ξανθίας
ὦ χρυσοῖ θεοὶ
ἐνταῦθ᾽ ἔχεις τὴν καρδίαν;
Διόνυσος
δείσασα γὰρ
485ἐς τὴν κάτω μου κοιλίαν καθείρπυσεν.
Ξανθίας
ὦ δειλότατε θεῶν σὺ κἀνθρώπων.
Διόνυσος
ἐγώ;
πῶς δειλὸς ὅστις σφογγιὰν ᾔτησά σε;
οὐκ ἂν ἕτερός γ᾽ αὔτ᾽ ἠργάσατ᾽ ἀνήρ.
Διόνυσος
κατέκειτ᾽ ἂν ὀσφραινόμενος, εἴπερ δειλὸς ἦν:
490ἐγὼ δ᾽ ἀνέστην καὶ προσέτ᾽ ἀπεψησάμην.
Ξανθίας
ἀνδρεῖά γ᾽ ὦ Πόσειδον.
Διόνυσος
οἶμαι νὴ Δία.
σὺ δ᾽ οὐκ ἔδεισας τὸν ψόφον τῶν ῥημάτων
καὶ τὰς ἀπειλάς;
Ξανθίας
οὐ μὰ Δί᾽ οὐδ᾽ ἐφρόντισα.
Διόνυσος
ἴθι νυν ἐπειδὴ ληματίας κἀνδρεῖος εἶ,
495σὺ μὲν γενοῦ 'γὼ τὸ ῥόπαλον τουτὶ λαβὼν
καὶ τὴν λεοντῆν, εἴπερ ἀφοβόσπλαγχνος εἶ:
ἐγὼ δ᾽ ἔσομαί σοι σκευοφόρος ἐν τῷ μέρει.
Ξανθίας
φέρε δὴ ταχέως αὔτ᾽: οὐ γὰρ ἀλλὰ πειστέον:
καὶ βλέψον ἐς τὸν Ἡρακλειοξανθίαν,
500εἰ δειλὸς ἔσομαι καὶ κατὰ σὲ τὸ λῆμ᾽ ἔχων.
Διόνυσος
μὰ Δί᾽ ἀλλ᾽ ἀληθῶς οὑκ Μελίτης μαστιγίας.
φέρε νυν ἐγὼ τὰ στρώματ᾽ αἴρωμαι ταδί.