Χορός
Ἴακχ᾽ ὦ πολυτίμητ᾽ ἐν ἕδραις ἐνθάδε ναίων,
325Ἴακχ᾽ ὦ Ἴακχε,
ἐλθὲ τόνδ᾽ ἀνὰ λειμῶνα χορεύσων
ὁσίους ἐς θιασώτας,
πολύκαρπον μὲν τινάσσων
περὶ κρατὶ σῷ βρύοντα
330στέφανον μύρτων, θρασεῖ δ᾽ ἐγκατακρούων
ποδὶ τὰν ἀκόλαστον
φιλοπαίγμονα τιμάν,
335χαρίτων πλεῖστον ἔχουσαν μέρος, ἁγνάν, ἱερὰν
ὁσίοις μύσταις χορείαν.