previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πλούτων

οὐδὲν ἄρα πράξεις ὧνπερ ἦλθες οὕνεκα;

Διόνυσος

1415ἐὰν δὲ κρίνω;

Πλούτων
τὸν ἕτερον λαβὼν ἄπει,
ὁπότερον ἂν κρίνῃς, ἵν᾽ ἔλθῃς μὴ μάτην.

Διόνυσος

εὐδαιμονοίης. φέρε πύθεσθέ μου ταδί.
ἐγὼ κατῆλθον ἐπὶ ποιητήν. τοῦ χάριν;
ἵν᾽ πόλις σωθεῖσα τοὺς χοροὺς ἄγῃ.
1420ὁπότερος οὖν ἂν τῇ πόλει παραινέσῃ
μᾶλλόν τι χρηστόν, τοῦτον ἄξειν μοι δοκῶ.
πρῶτον μὲν οὖν περὶ Ἀλκιβιάδου τίν᾽ ἔχετον
γνώμην ἑκάτερος; πόλις γὰρ δυστοκεῖ.

Εὐριπίδης

ἔχει δὲ περὶ αὐτοῦ τίνα γνώμην;

Διόνυσος
τίνα;
1425ποθεῖ μέν, ἐχθαίρει δέ, βούλεται δ᾽ ἔχειν.
ἀλλ᾽ τι νοεῖτον εἴπατον τούτου πέρι.

Εὐριπίδης

μισῶ πολίτην, ὅστις ὠφελεῖν πάτραν
βραδὺς πέφυκε μεγάλα δὲ βλάπτειν ταχύς,
καὶ πόριμον αὑτῷ τῇ πόλει δ᾽ ἀμήχανον.

Διόνυσος

1430εὖ γ᾽ Πόσειδον: σὺ δὲ τίνα γνώμην ἔχεις;

Δις.

οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν,
μάλιστα μὲν λέοντα μὴ ν᾽ πόλει τρέφειν,
ἢν δ᾽ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν.

Διόνυσος

νὴ τὸν Δία τὸν σωτῆρα δυσκρίτως γ᾽ ἔχω:
μὲν σοφῶς γὰρ εἶπεν, δ᾽ ἕτερος σαφῶς.
1435ἀλλ᾽ ἔτι μίαν γνώμην ἑκάτερος εἴπατον
περὶ τῆς πόλεως ἥντιν᾽ ἔχετον σωτηρίαν.

Εὐριπίδης

εἴ τις πτερώσας Κλεόκριτον Κινησίᾳ,
αἴροιεν αὖραι πελαγίαν ὑπὲρ πλάκα.

Διόνυσος

γέλοιον ἂν φαίνοιτο: νοῦν δ᾽ ἔχει τίνα;

Εὐριπίδης

1440εἰ ναυμαχοῖεν κᾆτ᾽ ἔχοντες ὀξίδας
ῥαίνοιεν ἐς τὰ βλέφαρα τῶν ἐναντίων.
ἐγὼ μὲν οἶδα καὶ θέλω φράζειν.

Διόνυσος
λέγε.

Εὐριπίδης

ὅταν τὰ νῦν ἄπιστα πίσθ᾽ ἡγώμεθα,
τὰ δ᾽ ὄντα πίστ᾽ ἄπιστα.

Διόνυσος
πῶς; οὐ μανθάνω.
1445ἀμαθέστερόν πως εἰπὲ καὶ σαφέστερον.

Εὐριπίδης

εἰ τῶν πολιτῶν οἷσι νῦν πιστεύομεν,
τούτοις ἀπιστήσαιμεν, οἷς δ᾽ οὐ χρώμεθα,
τούτοισι χρησαίμεσθ᾽, ἴσως σωθεῖμεν ἄν.
εἰ νῦν γε δυστυχοῦμεν ἐν τούτοισι, πῶς
1450τἀναντί᾽ ἂν πράττοντες οὐ σῳζοίμεθ᾽ ἄν;

Διόνυσος

εὖ γ᾽ Παλάμηδες, σοφωτάτη φύσις.
ταυτὶ πότερ᾽ αὐτὸς ηὗρες Κηφισοφῶν;

Εὐριπίδης

ἐγὼ μόνος: τὰς δ᾽ ὀξίδας Κηφισοφῶν.
τί δαὶ σύ; τί λέγεις;

Αἰσχύλος
τὴν πόλιν νῦν μοι φράσον
πρῶτον τίσι χρῆται: πότερα τοῖς χρηστοῖς;

Διόνυσος
πόθεν;
μισεῖ κάκιστα.

Αἰσχύλος
τοῖς πονηροῖς δ᾽ ἥδεται;

Διόνυσος

οὐ δῆτ᾽ ἐκείνη γ᾽, ἀλλὰ χρῆται πρὸς βίαν.

Αἰσχύλος

πῶς οὖν τις ἂν σώσειε τοιαύτην πόλιν,
μήτε χλαῖνα μήτε σισύρα συμφέρει;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Cross-references to this page (1):
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter IV
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: