Διόνυσος
τί τὸ ‘φλαττοθρατ’ τοῦτ᾽ ἐστίν; ἐκ Μαραθῶνος ἢ
πόθεν συνέλεξας ἱμονιοστρόφου μέλη;
Αἰσχύλος
ἀλλ᾽ οὖν ἐγὼ μὲν ἐς τὸ καλὸν ἐκ τοῦ καλοῦ
ἤνεγκον αὔθ᾽, ἵνα μὴ τὸν αὐτὸν Φρυνίχῳ
1300λειμῶνα Μουσῶν ἱερὸν ὀφθείην δρέπων:
οὗτος δ᾽ ἀπὸ πάντων †μὲν φέρει, πορνιδίων†,
σκολίων Μελήτου, Καρικῶν αὐλημάτων,
θρήνων, χορειῶν. τάχα δὲ δηλωθήσεται.
ἐνεγκάτω τις τὸ λύριον. καίτοι τί δεῖ
1305λύρας ἐπὶ τούτων; ποῦ 'στιν ἡ τοῖς ὀστράκοις
αὕτη κροτοῦσα; δεῦρο Μοῦσ᾽ Εὐριπίδου,
πρὸς ἥνπερ ἐπιτήδεια ταῦτ᾽ ᾁδειν μέλη.
Διόνυσος
αὕτη ποθ᾽ ἡ Μοῦσ᾽ οὐκ ἐλεσβίαζεν, οὔ.