Εὐριπίδης
καὶ μὴν ἐπ᾽ αὐτοὺς τοὺς προλόγους σου τρέψομαι,
1120ὅπως τὸ πρῶτον τῆς τραγῳδίας μέρος
πρώτιστον αὐτοῦ βασανιῶ τοῦ δεξιοῦ.
ἀσαφὴς γὰρ ἦν ἐν τῇ φράσει τῶν πραγμάτων.
Διόνυσος
καὶ ποῖον αὐτοῦ βασανιεῖς;
Εὐριπίδης
πολλοὺς πάνυ.
πρῶτον δέ μοι τὸν ἐξ Ὀρεστείας λέγε.
Διόνυσος
1125ἄγε δὴ σιώπα πᾶς ἀνήρ. λέγ᾽ Αἰσχύλε.
Αἰσχύλος
‘Ἑρμῆ χθόνιε πατρῷ᾽ ἐποπτεύων κράτη,
σωτὴρ γενοῦ μοι σύμμαχός τ᾽ αἰτουμένῳ.
ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.’
Διόνυσος
τούτων ἔχεις ψέγειν τι;
Διόνυσος
1130ἀλλ᾽ οὐδὲ πάντα ταῦτά γ᾽ ἔστ᾽ ἀλλ᾽ ἢ τρία.
Εὐριπίδης
ἔχει δ᾽ ἕκαστον εἴκοσίν γ᾽ ἁμαρτίας.
Διόνυσος
Αἰσχύλε παραινῶ σοι σιωπᾶν: εἰ δὲ μή,
πρὸς τρισὶν ἰαμβείοισι προσοφείλων φανεῖ.
Εὐριπίδης
1135εὐθὺς γὰρ ἡμάρτηκεν οὐράνιόν γ᾽ ὅσον.
Διόνυσος
ἀλλ᾽ ὀλίγον γέ μοι μέλει.
Εὐριπίδης
αὖθις ἐξ ἀρχῆς λέγε.
Αἰσχύλος
‘Ἑρμῆ χθόνιε πατρῷ᾽ ἐποπτεύων κράτη.’
Εὐριπίδης
οὔκουν Ὀρέστης τοῦτ᾽ ἐπὶ τῷ τύμβῳ λέγει
1140τῷ τοῦ πατρὸς τεθνεῶτος;
Εὐριπίδης
πότερ᾽ οὖν τὸν Ἑρμῆν, ὡς ὁ πατὴρ ἀπώλετο
αὐτοῦ βιαίως ἐκ γυναικείας χερὸς
δόλοις λαθραίοις, ταῦτ᾽ ‘ἐποπτεύειν’ ἔφη;
Αἰσχύλος
οὐ δῆτ᾽ ἐκεῖνον, ἀλλὰ τὸν Ἐριούνιον
1145Ἑρμῆν χθόνιον προσεῖπε, κἀδήλου λέγων
ὁτιὴ πατρῷον τοῦτο κέκτηται γέρας—
Εὐριπίδης
ἔτι μεῖζον ἐξήμαρτες ἢ 'γὼ 'βουλόμην:
εἰ γὰρ πατρῷον τὸ χθόνιον ἔχει γέρας—
Διόνυσος
οὕτω γ᾽ ἂν εἴη πρὸς πατρὸς τυμβωρύχος.
Αἰσχύλος
1150Διόνυσε πίνεις οἶνον οὐκ ἀνθοσμίαν.
Διόνυσος
λέγ᾽ ἕτερον αὐτῷ: σὺ δ᾽ ἐπιτήρει τὸ βλάβος.
Αἰσχύλος
‘σωτὴρ γενοῦ μοι σύμμαχός τ᾽ αἰτουμένῳ.
ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι—’
Εὐριπίδης
δὶς ταὐτὸν ἡμῖν εἶπεν ὁ σοφὸς Αἰσχύλος.
Εὐριπίδης
σκόπει τὸ ῥῆμ᾽: ἐγὼ δέ σοι φράσω.
‘ἥκω γὰρ ἐς γῆν,’ φησί, ‘καὶ κατέρχομαι:’
‘ἥκω’ δὲ ταὐτόν ἐστι τῷ ‘κατέρχομαι.’