Χορός
τάδε μὲν λεύσσεις φαίδιμ᾽ Ἀχιλλεῦ:
σὺ δὲ τί φέρε πρὸς ταῦτα λέξεις;
μόνον ὅπως ...
μή σ᾽ ὁ θυμὸς ἁρπάσας
995ἐκτὸς οἴσει τῶν ἐλαῶν:
δεινὰ γὰρ κατηγόρηκεν.
ἀλλ᾽ ὅπως ὦ γεννάδα
μὴ πρὸς ὀργὴν ἀντιλέξεις,
ἀλλὰ συστείλας ἄκροισι
1000χρώμενος τοῖς ἱστίοις,
εἶτα μᾶλλον μᾶλλον ἄξεις
καὶ φυλάξεις,
ἡνίκ᾽ ἂν τὸ πνεῦμα λεῖον
καὶ καθεστηκὸς λάβῃς.