Ξανθίας
Εἴπω τι τῶν εἰωθότων ὦ δέσποτα,
ἐφ᾽ οἷς ἀεὶ γελῶσιν οἱ θεώμενοι;
Διόνυσος
νὴ τὸν Δί᾽ ὅ τι Βούλει γε, πλὴν ‘πιέζομαι,’
τοῦτο δὲ φύλαξαι: πάνυ γάρ ἐστ᾽ ἤδη χολή.
Ξανθίας
μηδ᾽ ἕτερον ἀστεῖόν τι;
Διόνυσος
πλήν γ᾽ ‘ὡς θλίβομαι.’
Ξανθίας
τί δαί; τὸ πάνυ γέλοιον εἴπω;
Διόνυσος
νὴ Δία
θαρρῶν γε: μόνον ἐκεῖν᾽ ὅπως μὴ 'ρεῖς,
Διόνυσος
μεταβαλλόμενος τἀνάφορον ὅτι ‘χεζητιᾷς.’
Ξανθίας
μηδ᾽ ὅτι τοσοῦτον ἄχθος ἐπ᾽ ἐμαυτῷ φέρων,
10εἰ μὴ καθαιρήσει τις, ἀποπαρδήσομαι;
Διόνυσος
μὴ δῆθ᾽, ἱκετεύω, πλήν γ᾽ ὅταν μέλλω 'ξεμεῖν.
Ξανθίας
τί δῆτ᾽ ἔδει με ταῦτα τὰ σκεύη φέρειν,
εἴπερ ποιήσω μηδὲν ὧνπερ Φρύνιχος
εἴωθε ποιεῖν καὶ Λύκις κἀμειψίας;
Διόνυσος
μή νυν ποιήσῃς: ὡς ἐγὼ θεώμενος,
ὅταν τι τούτων τῶν σοφισμάτων ἴδω,
πλεῖν ἢ 'νιαυτῷ πρεσβύτερος ἀπέρχομαι.
Ξανθίας
ὢ τρισκακοδαίμων ἄρ᾽ ὁ τράχηλος οὑτοσί,
20ὅτι θλίβεται μέν, τὸ δὲ γέλοιον οὐκ ἐρεῖ.
Διόνυσος
εἶτ᾽ οὐχ ὕβρις ταῦτ᾽ ἐστὶ καὶ πολλὴ τρυφή,
ὅτ᾽ ἐγὼ μὲν ὢν Διόνυσος υἱὸς Σταμνίου
αὐτὸς βαδίζω καὶ πονῶ, τοῦτον δ᾽ ὀχῶ,
ἵνα μὴ ταλαιπωροῖτο μηδ᾽ ἄχθος φέροι;
Διόνυσος
πῶς φέρεις γὰρ ὅς γ᾽ ὀχεῖ;
Διόνυσος
οὔκουν τὸ Βάρος τοῦθ᾽ ὃ σὺ φέρεις ὄνος φέρει;
Ξανθίας
οὐ δῆθ᾽ ὅ γ᾽ ἔχω 'γὼ καὶ φέρω μὰ τὸν Δί᾽ οὔ.
Διόνυσος
πῶς γὰρ φέρεις, ὅς γ᾽ αὐτὸς ὑφ᾽ ἑτέρου φέρει;
Ξανθίας
30οὐκ οἶδ᾽: ὁ δ᾽ ὦμος οὑτοσὶ πιέζεται.
Διόνυσος
σὺ δ᾽ οὖν ἐπειδὴ τὸν ὄνον οὐ φῄς σ᾽ ὠφελεῖν,
ἐν τῷ μέρει σὺ τὸν ὄνον ἀράμενος φέρε.
Ξανθίας
οἴμοι κακοδαίμων: τί γὰρ ἐγὼ οὐκ ἐναυμάχουν;
ἦ τἄν σε κωκύειν ἂν ἐκέλευον μακρά.
Διόνυσος
35κατάβα πανοῦργε. καὶ γὰρ ἐγγὺς τῆς θύρας
ἤδη βαδίζων εἰμὶ τῆσδ᾽, οἷ πρῶτά με
ἔδει τραπέσθαι. παιδίον, παῖ, ἠμί, παῖ.