τί οὖν ποτ᾽ ἐστὶν τὸ αἴτιον, καὶ τῷ ποτ᾽ ἐπηρμένος οὗτος καὶ ἐλήλυθεν καὶ τὴν δίκην εἴληχεν; ἐγὼ ὑμῖν ἐρῶ, ἄνδρες δικασταί, ἀχθόμενος μὲν νὴ τὸν Δία καὶ θεούς, ἀναγκαζόμενος δέ. ἔστιν ἐργαστήρια μοχθηρῶν ἀνθρώπων συνεστηκότων ἐν τῷ Πειραιεῖ: οὓς οὐδ᾽ ὑμεῖς ἀγνοήσετ᾽ ἰδόντες.