εἰ δ᾽ ἐπάσω, πάλιν αὖτις ἰοῦσ᾽ ὑπ[ὸ κεύθεσι γαίης]
οἰκήσεις ὡρέων τρίτατον μέρ[ος εἰς ἐνιαυτόν,]
400τὰς δὲ δύω παρ᾽ ἐμοί τε καὶ [ἄλλοις ἀθανά]τοισιν.
ὁππότε δ᾽ ἄνθεσι γαῖ᾽ εὐώδε[σιν] εἰαρινο[ῖσι]
παντοδαποῖς θάλλῃ, τόθ᾽ ὑπὸ ζόφου ἠερόεντος
αὖτις ἄνει μέγα θαῦμα θεοῖς θνητοῖς τ᾽ ἀνθρώποις.
[εἶπε δὲ πῶς σ᾽ ἥρπαξεν ὑπὸ ζόφον ἠερόεντα]
καὶ τίνι σ᾽ ἐξαπάτησε δόλῳ κρατερὸς Πολυδέγμων;
405 τὴν δ᾽ αὖ Περσεφόνη περικαλλὴς ἀντίον ηὔδα:
τοιγὰρ ἐγώ τοι, μῆτερ, ἐρέω νημερτέα πάντα:
εὖτέ μοι Ἑρμῆς ἦλθ᾽ ἐριούνιος ἄγγελος ὠκὺς
πὰρ πατέρος Κρονιδαο καὶ ἄλλων Οὐρανιώνων,
ἐλθεῖν ἐξ Ἐρέβευς, ἵνα ὀφθαλμοῖσιν ἰδοῦσα
410λήξαις ἀθανάτοισι χόλου καὶ μήνιος αἰνῆς,
αὐτίκ᾽ ἐγὼν ἀνόρουσ᾽ ὑπὸ χάρματος: αὐτὰρ ὃ λάθρῃ
ἔμβαλέ μοι ῥοιῆς κόκκον, μελιηδέ᾽ ἐδωδήν,
ἄκουσαν δὲ βίῃ με προσηνάγκασσε πάσασθαι.
ὡς δέ μ᾽ ἀναρπάξας Κρονίδεω πυκινὴν διὰ μῆτιν
415ᾤχετο πατρὸς ἐμοῖο, φέρων ὑπὸ κεύθεα γαίης,
ἐξερέω, καὶ πάντα διίξομαι, ὡς ἐρεείνεις.
ἡμεῖς μὲν μάλα πᾶσαι ἀν᾽ ἱμερτὸν λειμῶνα,
Λευκίππη Φαινώ τε καὶ Ἠλέκτρη καὶ Ἰάνθη
καὶ Μελίτη Ἰάχη τε Ῥόδειά τε Καλλιρόη τε
420Μηλόβοσίς τε Τύχη τε καὶ Ὠκυρόη καλυκῶπις
Χρυσηίς τ᾽ Ἰάνειρά τ᾽ Ἀκάστη τ᾽ Ἀδμήτη τε
καὶ Ῥοδόπη Πλουτώ τε καὶ ἱμερόεσσα Καλυψὼ
καὶ Στὺξ Οὐρανίη τε Γαλαξαύρη τ᾽ ἐρατεινὴ
Παλλάς τ᾽ ἐγρεμάχη καὶ Ἄρτεμις ἰοχέαιρα,
425παίζομεν ἠδ᾽ ἄνθεα δρέπομεν χείρεσσ᾽ ἐρόεντα,
μίγδα κρόκον τ᾽ ἀγανὸν καὶ ἀγαλλίδας ἠδ᾽ ὑάκινθον
καὶ ῥοδέας κάλυκας καὶ λείρια, θαῦμα ἰδέσθαι,
νάρκισσόν θ᾽, ὃν ἔφυσ᾽ ὥς περ κρόκον εὐρεῖα χθών.
αὐτὰρ ἐγὼ δρεπόμην περὶ χάρματι: γαῖα δ᾽ ἔνερθε
430χώρησεν: τῇ δ᾽ ἔκθορ᾽ ἄναξ κρατερὸς Πολυδέγμων:
βῆ δὲ φέρων ὑπὸ γαῖαν ἐν ἅρμασι χρυσείοισι
πόλλ᾽ ἀεκαζομένην: ἐβόησα δ᾽ ἄρ᾽ ὄρθια φωνῇ.
ταῦτά τοι ἀχνυμένη περ ἀληθέα πάντ᾽ ἀγορεύω.
ὣς τότε μὲν πρόπαν ἦμαρ ὁμόφρονα θυμὸν ἔχουσαι
435πολλὰ μάλ᾽ ἀλλήλων κραδίην καὶ θυμὸν ἴαινον
ἀμφαγαπαζόμεναι: ἀχέων δ᾽ ἀπεπαύετο θυμός.
γηθοσύνας δ᾽ ἐδέχοντο παρ᾽ ἀλλήλων ἔδιδόν τε.
τῇσιν δ᾽ ἐγγύθεν ἦλθ᾽ Ἑκάτη λιπαροκρήδεμνος:
πολλὰ δ᾽ ἄρ᾽ ἀμφαγάπησε κόρην Δημήτερος ἁγνήν:
440ἐκ τοῦ οἱ πρόπολος καὶ ὀπάων ἔπλετ᾽ ἄνασσα.
ταῖς δὲ μέτ᾽ ἄγγελον ἧκε βαρύκτυπος εὐρύοπα Ζεὺς
Ῥείην ἠύκομον, Δημήτερα κυανόπεπλον
ἀξέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
δωσέμεν, ἅς κεν ἕλοιτο μετ᾽ ἀθανάτοισι θεοῖσι:
445νεῦσε δέ οἱ κούρην ἔτεος περιτελλομένοιο
τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα,
τὰς δὲ δύω παρὰ μητρὶ καὶ ἄλλοις ἀθανάτοισιν.
ὣς ἔφατ᾽: οὐδ᾽ ἀπίθησε θεὰ Διὸς ἀγγελιάων.