αἶψα δὲ δώμαθ᾽ ἵκοντο διοτρεφέος Κελεοῖο,
185βὰν δὲ δι᾽ αἰθούσης, ἔνθα σφίσι πότνια μήτηρ
ἧστο παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο
παῖδ᾽ ὑπὸ κόλπῳ ἔχουσα, νέον θάλος: αἳ δὲ πὰρ αὐτὴν
ἔδραμον: ἣ δ᾽ ἄρ᾽ ἐπ᾽ οὐδὸν ἔβη ποσὶ καὶ ῥα μελάθρου
κῦρε κάρη, πλῆσεν δὲ θύρας σέλαος θείοιο.
190τὴν δ᾽ αἰδώς τε σέβας τε ἰδὲ χλωρὸν δέος εἷλεν:
εἶξε δέ οἱ κλισμοῖο καὶ ἑδριάασθαι ἄνωγεν.
ἀλλ᾽ οὐ Δημήτηρ ὡρηφόρος, ἀγλαόδωρος,
ἤθελεν ἑδριάασθαι ἐπὶ κλισμοῖο φαεινοῦ,
ἀλλ᾽ ἀκέουσ᾽ ἀνέμιμνε κατ᾽ ὄμματα καλὰ βαλοῦσα,
195πρίν γ᾽ ὅτε δή οἱ ἔθηκεν Ἰάμβη κέδν᾽ εἰδυῖα
πηκτὸν ἕδος, καθύπερθε δ᾽ ἐπ᾽ ἀργύφεον βάλε κῶας.
ἔνθα καθεζομένη προκατέσχετο χερσὶ καλύπτρην:
δηρὸν δ᾽ ἄφθογγος τετιημένη ἧστ᾽ ἐπὶ δίφρου,
οὐδέ τιν᾽ οὔτ᾽ ἔπεϊ προσπτύσσετο οὔτε τι ἔργῳ,
200ἀλλ᾽ ἀγέλαστος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος
ἧστο πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός,
πρίν γ᾽ ὅτε δὴ χλεύῃς μιν Ἰάμβη κέδν᾽ εἰδυῖα
πολλὰ παρασκώπτουσ᾽ ἐτρέψατο πότνιαν ἁγνήν,
μειδῆσαι γελάσαι τε καὶ ἵλαον σχεῖν θυμόν:
205ἣ δή οἱ καὶ ἔπειτα μεθύστερον εὔαδεν ὀργαῖς.
τῇ δὲ δέπας Μετάνειρα δίδου μελιηδέος οἴνου
πλήσασ᾽: ἣ δ᾽ ἀνένευσ᾽: οὐ γὰρ θεμιτόν οἱ ἔφασκε
πίνειν οἶνον ἐρυθρόν: ἄνωγε δ᾽ ἄρ᾽ ἄλφι καὶ ὕδωρ
δοῦναι μίξασαν πιέμεν γλήχωνι τερείνῃ.
210ἣ δὲ κυκεῶ τεύξασα θεᾷ πόρεν, ὡς ἐκέλευε:
δεξαμένη δ᾽ ὁσίης ἕνεκεν πολυπότνια Δηώ
... τῇσι δὲ μύθων ἦρχεν ἐύζωνος Μετάνειρα: