μαῖα, θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
τέτλαμεν ἄνθρωποι: δὴ γὰρ πολὺ φέρτεροί εἰσι.
ταῦτα δέ τοι σαφέως ὑποθήσομαι ἠδ᾽ ὀνομήνω
150ἀνέρας οἷσιν ἔπεστι μέγα κράτος ἐνθάδε τιμῆς
δήμου τε προὔχουσιν ἰδὲ κρήδεμνα πόληος
εἰρύαται βουλῇσι καὶ ἰθείῃσι δίκῃσιν:
ἠμὲν Τριπτολέμου πυκιμήδεος ἠδὲ Διόκλου
ἠδὲ Πολυξείνου καὶ ἀμύμονος Εὐμόλποιο
155καὶ Δολίχου καὶ πατρὸς ἀγήνορος ἡμετέροιο,
τῶν πάντων ἄλοχοι κατὰ δώματα πορσαίνουσι:
τάων οὐκ ἄν τίς σε κατὰ πρώτιστον ὀπωπὴν
εἶδος ἀτιμήσασα δόμων ἀπονοσφίσσειεν,
ἀλλά σε δέξονται: δὴ γὰρ θεοείκελός ἐσσι.
160εἰ δ᾽ ἐθέλεις, ἐπίμεινον, ἵνα πρὸς δώματα πατρὸς
ἔλθωμεν καὶ μητρὶ βαθυζώνῳ Μετανείρῃ
εἴπωμεν τάδε πάντα διαμπερές, αἴ κέ σ᾽ ἀνώγῃ
ἡμέτερόνδ᾽ ἰέναι μηδ᾽ ἄλλων δώματ᾽ ἐρευνᾶν.
τηλύγετος δέ οἱ υἱὸς ἐνὶ μεγάρῳ εὐπήκτῳ
165ὀψίγονος τρέφεται, πολυεύχετος ἀσπάσιός τε.
εἰ τόν γ᾽ ἐκθρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,
ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
ζηλώσαι: τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίη.
ὣς ἔφαθ᾽: ἣ δ᾽ ἐπένευσε καρήατι: ταὶ δὲ φαεινὰ
170πλησάμεναι ὕδατος φέρον ἄγγεα κυδιάουσαι.
ῥίμφα δὲ πατρὸς ἵκοντο μέγαν δόμον, ὦκα δὲ μητρὶ
ἔννεπον, ὡς εἶδόν τε καὶ ἔκλυον. ἣ δὲ μάλ᾽ ὦκα
ἐλθούσας ἐκέλευε καλεῖν ἐπ᾽ ἀπείρονι μισθῷ.
αἳ δ᾽ ὥστ᾽ ἢ ἔλαφοι ἢ πόρτιες εἴαρος ὥρῃ
175ἅλλοντ᾽ ἂν λειμῶνα κορεσσάμεναι φρένα φορβῇ,
ὣς αἳ ἐπισχόμεναι ἑανῶν πτύχας ἱμεροέντων
ἤιξαν κοίλην κατ᾽ ἀμαξιτόν: ἀμφὶ δὲ χαῖται
ὤμοις ἀίσσοντο κροκηίῳ ἄνθει ὁμοῖαι.
τέτμον δ᾽ ἐγγὺς ὁδοῦ κυδρὴν θεόν, ἔνθα πάρος περ
180κάλλιπον: αὐτὰρ ἔπειτα φίλου πρὸς δώματα πατρὸς
ἡγεῦνθ᾽: ἣ δ᾽ ἄρ᾽ ὄπισθε φίλον τετιημένη ἦτορ
στεῖχε κατὰ κρῆθεν κεκαλυμμένη: ἀμφὶ δὲ πέπλος
κυάνεος ῥαδινοῖσι θεᾶς ἐλελίζετο ποσσίν.