Σιληνός
θεὸς Τύχη [κ]αὶ δαῖμον ἰθυντήριε,
80τυχ[ε]ῖν με πράγους οὗ δράμημ᾽ ἐπείγεται,
λείαν ἄγραν σύλησιν ἐκκυνηγέσαι
Φ[ο]ίβου κλ[ο]παίας βοῦς ἀπεστερημένο[υ.
[τ]ῶν εἴ τις ὀπτήρ ἐστι[ν] ἢ κατήκοος,
[ἐ]μοί τ᾽ [ἂ]ν [ε]ἴη προσφιλὴ[ς] φράσας τόδε
85[Φοίβῳ τ]᾽ ἄνακτι συντελὴς εὐεργ[έ]της.
[ ... ]α[ ... ]τ[ ... ]ς τοῦ λό[γου ... ]θ᾽ ἅμα[
μήνυ[τρα
Σιληνός
φησίν τις; ἢ[
ἔοικεν ἤδη κ[
ἄγ᾽ εἷα δὴ πᾶς ς[
ῥινηλατῶν ὀσμ[αῖσι
95αὔρας ἐάν πῃ πρ[ ... ατ μοστ 15 λλ. ]
διπλοῦς ὀκλάζω[ν ... ]ν
ὕποσμος ἐν χρῷ [ ... ατ μοστ 15 λλ. ]
οὕτως ἔρευναν καὶ π[ ... ]
ἅπαντα χρηστὰ κα[ὶ ... τε]λεῖν.