κυλλήνη
[ ... αβουτ 11 λλ. ] ἄρτι μανθάνω χρόνῳ
[ ... αβουτ 8 λλ. ἐγχ]άσκοντα τῇ 'μῇ μωρίᾳ
[ ... αβουτ 11 λλ. ο]ὐδέν, ἀλλὰ παιδιᾶς χάριν.
355[σὺ δ᾽ οὖν τὸ λοιπ̀ο]ν εἰς ἔμ᾽ εὐδίαν ἔχων,
[εἴ σοι φέρει χάρ]μ᾽ ἤ τι κερδαίνειν δοκεῖς
[ὄπως θέλεις κά]χαζε καὶ τέρπου φρένα:
[τὸν παῖδα δ᾽ ὄ]ντα τοῦ Διὸς σαφεῖ λόγῳ
[μὴ σκῶπτε ποι]ῶν ἐν νέῳ νέον λόγον:
360[οὗτος γὰρ οὔτε] πρὸς πατρὸς κλέπτης ἔφυ
[οὔτ᾽ αὖτις ἐν μ]ήτρωσιν ἡ κλοπὴ κρατεῖ.
[εἰ δὴ κλοπή τ]ίς ἐστι, τὸν κλέπτην σκόπει
[ἄπορον ἄ]καρπον: τοῦδε δ᾽ οὐ π<ει>ν<ῇ> δόμος.
[ἄθρ]ει γένος πρόσαπτε τὴν πονηρίαν
365[πρὸ]ς ὅντιν᾽ ἥκει: τῷδε δ᾽ οὐχ οὕτω πρέπει.
ἀ[λλ᾽] αἰὲν εἶ σὺ παῖς: νέος γὰρ ὢν ἀνὴρ
π[ώγ]ωνι θάλλων ὡς τράγος κνήκῳ χλιδᾷς.
παύου τὸ λεῖον φαλακρὸν ἡδονῇ πιτνάς.
[ο]ὐκ ἐκ θεῶν τὰ μῶρα καὶ γέλοια χρὴ
370[χ]ανόντα κλαίειν ὕστερ᾽; ὡς ἐγὼ <λ>έ<γ>ω.
This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.