Σιληνός
145τί μοι ψ[ό]φον; φοβ[εῖσθε] κα[ὶ] δειμαίνετε,
μάλθης ἄναγνα σώ[μα]τ᾽ ἐκμεμαγμένα
κάκιστα θηρῶν ὀντ[ες, ἐ]ν [π]άσῃ σκιᾷ
φόβον βλέποντες, πάν[τα] δειματούμενοι,
ἄνευρα κἀκόμιστα κἀνε[λε]ύθερα
150διακονοῦντες, σώματ᾽ εἰ[σ]ιδ[ε]ῖν μόνον
κα[ὶ γ]λῶσσα κα[ὶ] φάλητες. εἰ δέ που δέῃ,
πιστοὶ λόγοισιν ὄντες ἔργα φεύγετε.
τοιοῦ[δ]ε πατρός, ὦ κάκιστα θηρίων,
οὗ πόλλ᾽ ἐφ᾽ ἥβης μνήματ᾽ ἀνδρείας ὕπο
155κ[ε]ῖται παρ᾽ οἴκοις νυμφικοῖς ἠσκημένα,
οὐκ εἰς φυγὴν κλίνοντος, οὐ δουλ[ο]υμένου,
οὐδὲ ψόφοισι τῶν ὀρειτρόφων βοτῶν
[π]τήσσοντος, ἀλλ᾽ α[κ]μαῖσιν ἐξει[ρ]γασμένου
[ἃ] νῦν ὑφ᾽ ὑμῶν λάμ[πρ᾽ ὑ]πορρυπαίνεται
160[ψ]όφῳ νεώρει κόλακ[ι] ποιμένων π[ο]θέν,
[ὃν] δὴ φοβεῖσθε παῖδες ὣς πρὶν εἰσιδεῖν,
πλοῦτον δὲ χ[ρ]υσόφαντον ἐξαφίετε,
ὃν Φοῖβος ὑμῖν εἶπε κ[ἀ]νεδέξατο,
καὶ τὴν ἐλευθέρωσιν ἣν κατῄνεσεν
165ὑμῖν τε κἀμοί: ταῦτ᾽ ἀφέντες εὕδετε.
εἰ μὴ 'νανοστήσαντες ἐξιχνεύσε[τε
τὰς βοῦς ὅπῃ βεβᾶσι καὶ τὸν βουκόλο[ν,
κλαίοντες αὐτῇ δειλίᾳ ψοφή[σ]ετε.
Χορός
πάτερ, παρὼν αὐτός με συμποδηγέτε[ι,
170ἵν᾽ εὖ κατείδῃς εἴ τίς ἐστι δειλία:
γνώση[ι] γὰρ αὐτός, ἂν παρῇς, οὐδὲν λέγω[ν.
Σιληνός
ἐγὼ πα[ρ]ὼν αὐτός σε προσβιβῶ λόγῳ,
κυνορτικὸν σύριγμα διακαλούμεν[ος.
ἀλλ᾽ εἷ᾽ [ἐ]φίστω τριζύγης οἵμου βάσιν:
175ἐγὼ δ᾽ ἐν [ἔ]ργοις παρμένων σ᾽ ἀπευθυνῶ.