Ἡμιχορός α
100θεὸς θεὸς θεὸς θεός: ἔα [ἔα:
ἔχειν ἔοιγμεν: ἴσχε, μὴ συρ ... τει.
Ἡμιχ. β
ταῦτ᾽ ἔστ᾽ ἐκεῖνα: τῶν βοῶν τ[ὰ] σήματα.
Ἡμιχ. α
σίγ[α]: θεός τις τὴν ἀποι[κία]ν ἄγει.
Ἡμιχ. β
τί δρῶμεν, ὦ τᾶν; ἦ τὸ δέον [ἐξ]ήνομεν;
Ἡμιχ. α
105τί; τοῖσ[ι] ταύτῃ πῶς δοκεῖ;
Ἡμιχ. β
δοκεῖ πάνυ.
σαφῆ [γ]ὰρ αὔθ᾽ ἕκαστα σημαίνει τάδε.
Ἡμιχ. α
ἰδοὺ ἰδού:
καὶ τοὐπίσημον αὐτὸ τῶν ὁπλῶν πάλι[ν.
Ἡμιχ. β
ἄθρει μάλα.
110αὔτ᾽ ἐστι τοῦτο μέτρον [ἐ]κμε ... [τρού]μ[ε]νον.
Ἡμιχ. α
χ[ώ]ρει δρόμῳ καὶ τα[ ... ]ν ἔχου
... οπ[ ... ][ ... ]μενος
ῥοίβδημ᾽ ἐάν τι τῶν [βοῶν δ]ι᾽ οὖς [λάβῃ
Ἡμιχ. β
οὐκ εἰσακούω πω [τορῶ]ς τοῦ φθ[έγ]ματος.
115ἀλλ᾽ αὐτὰ μὴν ἴχ[νη τε] χὠ στίβος τάδε
κείνων ἐναργῆ τῶν β[ο]ῶν μαθεῖν πάρα.
Ἡμιχ. α
ἔα μάλα:
παλινστραφῆ τοι ναὶ μὰ Δία τὰ βήματα
εἰς τοὔμπαλιν δέδορκεν αὐ: τάδ᾽ εἴσιδε.
120τί ἐστὶ τουτί; τίς ὁ τρόχος τοῦ τάγματ[ος;
εἰς τοὐπίσω τὰ πρόσθεν ἤλλακται, τὰ δ᾽ αὖ
ἐναντί᾽ ἀλλήλοισι συμπ[επλεγ]μένα:
δεινὸς κυκησμὸς εἶχ[ε τὸν βοη]λάτην.