Ἰοκάστη
τί δ᾽ ἂν φοβοῖτ᾽ ἄνθρωπος ᾧ τὰ τῆς τύχης
κρατεῖ, πρόνοια δ᾽ ἐστὶν οὐδενὸς σαφής;
εἰκῆ κράτιστον ζῆν, ὅπως δύναιτό τις.
980σὺ δ᾽ εἰς τὰ μητρὸς μὴ φοβοῦ νυμφεύματα:
πολλοὶ γὰρ ἤδη κἀν ὀνείρασιν βροτῶν
μητρὶ ξυνηυνάσθησαν. ἀλλὰ ταῦθ᾽ ὅτῳ
παρ᾽ οὐδέν ἐστι, ῥᾷστα τὸν βίον φέρει.
Οἰδίπους
καλῶς ἅπαντα ταῦτ᾽ ἂν ἐξείρητό σοι,
985εἰ μὴ 'κύρει ζῶσ᾽ ἡ τεκοῦσα: νῦν δ᾽ ἐπεὶ
ζῇ, πᾶσ᾽ ἀνάγκη, κεἰ καλῶς λέγεις, ὀκνεῖν.
Ἰοκάστη
καὶ μὴν μέγας γ᾽ ὀφθαλμὸς οἱ πατρὸς τάφοι.
Οἰδίπους
μέγας, ξυνίημ᾽: ἀλλὰ τῆς ζώσης φόβος.
Ἄγγελος
ποίας δὲ καὶ γυναικὸς ἐκφοβεῖσθ᾽ ὕπερ;
Οἰδίπους
990Μερόπης, γεραιέ, Πόλυβος ἧς ᾤκει μέτα.
Ἄγγελος
τί δ᾽ ἔστ᾽ ἐκείνης ὑμὶν ἐς φόβον φέρον;
Οἰδίπους
θεήλατον μάντευμα δεινόν, ὦ ξένε.
Ἄγγελος
ἦ ῥητόν; ἢ οὐχὶ θεμιτὸν ἄλλον εἰδέναι;
Οἰδίπους
μάλιστά γ᾽: εἶπε γάρ με Λοξίας ποτὲ
995χρῆναι μιγῆναι μητρὶ τἠμαυτοῦ τό τε
πατρῷον αἷμα χερσὶ ταῖς ἐμαῖς ἑλεῖν.
ὧν οὕνεχ᾽ ἡ Κόρινθος ἐξ ἐμοῦ πάλαι
μακρὰν ἀπῳκεῖτ᾽: εὐτυχῶς μέν, ἀλλ᾽ ὅμως
τὰ τῶν τεκόντων ὄμμαθ᾽ ἥδιστον βλέπειν.