Οἰδίπους
950ὦ φίλτατον γυναικὸς Ἰοκάστης κάρα,
τί μ᾽ ἐξεπέμψω δεῦρο τῶνδε δωμάτων;
Ἰοκάστη
ἄκουε τἀνδρὸς τοῦδε, καὶ σκόπει κλύων
τὰ σέμν᾽ ἵν᾽ ἥκει τοῦ θεοῦ μαντεύματα.
Οἰδίπους
οὗτος δὲ τίς ποτ᾽ ἐστὶ καὶ τί μοι λέγει;
Ἰοκάστη
955ἐκ τῆς Κορίνθου, πατέρα τὸν σὸν ἀγγελῶν
ὡς οὐκέτ᾽ ὄντα Πόλυβον, ἀλλ᾽ ὀλωλότα.
Οἰδίπους
τί φῄς, ξέν᾽; αὐτός μοι σὺ σημάντωρ γενοῦ.
Ἄγγελος
εἰ τοῦτο πρῶτον δεῖ μ᾽ ἀπαγγεῖλαι σαφῶς,
εὖ ἴσθ᾽ ἐκεῖνον θανάσιμον βεβηκότα.
Οἰδίπους
960πότερα δόλοισιν ἢ νόσου ξυναλλαγῇ;
Ἄγγελος
σμικρὰ παλαιὰ σώματ᾽ εὐνάζει ῥοπή.
Οἰδίπους
νόσοις ὁ τλήμων, ὡς ἔοικεν, ἔφθιτο.
Ἄγγελος
καὶ τῷ μακρῷ γε συμμετρούμενος χρόνῳ.
Οἰδίπους
φεῦ φεῦ, τί δῆτ᾽ ἄν, ὦ γύναι, σκοποῖτό τι
965τὴν Πυθόμαντιν ἑστίαν ἢ τοὺς ἄνω
κλάζοντας ὄρνεις, ὧν ὑφηγητῶν ἐγὼ
κτενεῖν ἔμελλον πατέρα τὸν ἐμόν; ὁ δὲ θανὼν
κεύθει κάτω δὴ γῆς. ἐγὼ δ᾽ ὅδ᾽ ἐνθάδε
ἄψαυστος ἔγχους: εἴ τι μὴ τὠμῷ πόθῳ
970κατέφθιθ᾽: οὕτω δ᾽ ἂν θανὼν εἴη 'ξ ἐμοῦ.
τὰ δ᾽ οὖν παρόντα συλλαβὼν θεσπίσματα
κεῖται παρ᾽ Ἅιδῃ Πόλυβος ἄξι᾽ οὐδενός.
Ἰοκάστη
οὔκουν ἐγώ σοι ταῦτα προύλεγον πάλαι;
Οἰδίπους
ηὔδας: ἐγὼ δὲ τῷ φόβῳ παρηγόμην.
Ἰοκάστη
975μὴ νῦν ἔτ᾽ αὐτῶν μηδὲν ἐς θυμὸν βάλῃς.
Οἰδίπους
καὶ πῶς τὸ μητρὸς οὐκ ὀκνεῖν λέχος με δεῖ;