Ἱερεύς
ἀλλ᾽ εἰς καλὸν σύ τ᾽ εἶπας οἵδε τ᾽ ἀρτίως
Κρέοντα προσστείχοντα σημαίνουσί μοι.
Οἰδίπους
80ὦναξ Ἄπολλον, εἰ γὰρ ἐν τύχῃ γέ τῳ
σωτῆρι βαίη λαμπρὸς ὥσπερ ὄμματι
Ἱερεύς
ἀλλ᾽ εἰκάσαι μέν, ἡδύς: οὐ γὰρ ἂν κάρα
πολυστεφὴς ὧδ᾽ εἷρπε παγκάρπου δάφνης.
Οἰδίπους
τάχ᾽ εἰσόμεσθα: ξύμμετρος γὰρ ὡς κλύειν.
85ἄναξ, ἐμὸν κήδευμα, παῖ Μενοικέως,
τίν᾽ ἡμὶν ἥκεις τοῦ θεοῦ φήμην φέρων;
Κρέων
ἐσθλήν: λέγω γὰρ καὶ τὰ δύσφορ᾽, εἰ τύχοι
κατ᾽ ὀρθὸν ἐξελθόντα, πάντ᾽ ἂν εὐτυχεῖν.
Οἰδίπους
ἔστιν δὲ ποῖον τοὔπος; οὔτε γὰρ θρασὺς
90οὔτ᾽ οὖν προδείσας εἰμὶ τῷ γε νῦν λόγῳ.
Κρέων
εἰ τῶνδε χρῄζεις πλησιαζόντων κλύειν,
ἕτοιμος εἰπεῖν, εἴτε καὶ στείχειν ἔσω.
Οἰδίπους
ἐς πάντας αὔδα: τῶνδε γὰρ πλέον φέρω
τὸ πένθος ἢ καὶ τῆς ἐμῆς ψυχῆς πέρι.
Κρέων
95λέγοιμ᾽ ἂν οἷ᾽ ἤκουσα τοῦ θεοῦ πάρα.
ἄνωγεν ἡμᾶς Φοῖβος ἐμφανῶς ἄναξ
μίασμα χώρας, ὡς τεθραμμένον χθονὶ
ἐν τῇδ᾽, ἐλαύνειν μηδ᾽ ἀνήκεστον τρέφειν.
Οἰδίπους
ποίῳ καθαρμῷ; τίς ὁ τρόπος τῆς ξυμφορᾶς;
Κρέων
100ἀνδρηλατοῦντας ἢ φόνῳ φόνον πάλιν
λύοντας, ὡς τόδ᾽ αἷμα χειμάζον πόλιν.