Χορός
γύναι, τί μέλλεις κομίζειν δόμων τόνδ᾽ ἔσω;
Ἰοκάστη
680μαθοῦσά γ᾽ ἥτις ἡ τύχη.
Χορός
δόκησις ἀγνὼς λόγων ἦλθε, δάπτει δὲ καὶ τὸ μὴ
'νδικον.
Χορός
685ἅλις ἔμοιγ᾽, ἅλις, γᾶς προπονουμένας,
φαίνεται ἔνθ᾽ ἔληξεν αὐτοῦ μένειν.
Οἰδίπους
ὁρᾷς ἵν᾽ ἥκεις, ἀγαθὸς ὢν γνώμην ἀνήρ,
τοὐμὸν παριεὶς καὶ καταμβλύνων κέαρ;
Χορός
690ὦναξ, εἶπον μὲν οὐχ ἅπαξ μόνον,
ἴσθι δὲ παραφρόνιμον, ἄπορον ἐπὶ φρόνιμα
πεφάνθαι μ᾽ ἄν, εἴ σ᾽ ἐνοσφιζόμαν,
ὅς τ᾽ ἐμὰν γᾶν φίλαν ἐν πόνοις
695ἀλύουσαν κατ᾽ ὀρθὸν οὔρισας,
τανῦν τ᾽ εὔπομπος, ἂν γένοιο.
Ἰοκάστη
πρὸς θεῶν δίδαξον κἄμ᾽, ἄναξ, ὅτου ποτὲ
μῆνιν τοσήνδε πράγματος στήσας ἔχεις.