Χορός
660οὐ τὸν πάντων θεῶν θεὸν πρόμον
Ἅλιον: ἐπεὶ ἄθεος ἄφιλος ὅ τι πύματον
ὀλοίμαν, φρόνησιν εἰ τάνδ᾽ ἔχω.
665ἀλλά μοι δυσμόρῳ γᾶ φθινὰς
τρύχει ψυχάν, τάδ᾽ εἰ κακοῖς κακὰ
προσάψει τοῖς πάλαι τὰ πρὸς σφῷν.
Οἰδίπους
ὁ δ᾽ οὖν ἴτω, κεἰ χρή με παντελῶς θανεῖν
670ἢ γῆς ἄτιμον τῆσδ᾽ ἀπωσθῆναι βίᾳ.
τὸ γὰρ σόν, οὐ τὸ τοῦδ᾽, ἐποικτίρω στόμα
ἐλεινόν: οὗτος δ᾽ ἔνθ᾽ ἂν ᾖ στυγήσεται.
Κρέων
στυγνὸς μὲν εἴκων δῆλος εἶ, βαρὺς δ᾽, ὅταν
θυμοῦ περάσῃς: αἱ δὲ τοιαῦται φύσεις
675αὑταῖς δικαίως εἰσὶν ἄλγισται φέρειν.
Οἰδίπους
οὔκουν μ᾽ ἐάσεις κἀκτὸς εἶ;
Κρέων
πορεύσομαι,
σοῦ μὲν τυχὼν ἀγνῶτος, ἐν δὲ τοῖσδ᾽ ἴσος.