Ἰοκάστη
τί τὴν ἄβουλον, ὦ ταλαίπωροι, στάσιν
635γλώσσης ἐπήρασθ᾽ οὐδ᾽ ἐπαισχύνεσθε γῆς
οὕτω νοσούσης ἴδια κινοῦντες κακά;
οὐκ εἶ σύ τ᾽ οἴκους σύ τε, Κρέων, κατὰ στέγας,
καὶ μὴ τὸ μηδὲν ἄλγος εἰς μέγ᾽ οἴσετε;
Κρέων
ὅμαιμε, δεινά μ᾽ Οἰδίπους ὁ σὸς πόσις
640δρᾶσαι δικαιοῖ δυοῖν ἀποκρίνας κακοῖν
ἢ γῆς ἀπῶσαι πατρίδος ἢ κτεῖναι λαβών.
Οἰδίπους
ξύμφημι: δρῶντα γάρ νιν, ὦ γύναι, κακῶς
εἴληφα τοὐμὸν σῶμα σὺν τέχνῃ κακῇ.
Κρέων
μή νυν ὀναίμην, ἀλλ᾽ ἀραῖος, εἴ σέ τι
645δέδρακ᾽, ὀλοίμην, ὧν ἐπαιτιᾷ με δρᾶν.
Ἰοκάστη
ὦ πρὸς θεῶν πίστευσον, Οἰδίπους, τάδε,
μάλιστα μὲν τόνδ᾽ ὅρκον αἰδεσθεὶς θεῶν,
ἔπειτα κἀμὲ τούσδε θ᾽ οἳ πάρεισί σοι.