Χορός
τίς ὅντιν᾽ ἁ θεσπιέπεια Δελφὶς εἶπε πέτρα
465ἄρρητ᾽ ἀρρήτων τελέσαντα φοινίαισι χερσίν;
ὥρα νιν ἀελλάδων
ἵππων σθεναρώτερον
φυγᾷ πόδα νωμᾶν.
ἔνοπλος γὰρ ἐπ᾽ αὐτὸν ἐπενθρῴσκει
470πυρὶ καὶ στεροπαῖς ὁ Διὸς γενέτας,
δειναὶ δ᾽ ἅμ᾽ ἕπονται
κῆρες ἀναπλάκητοι