Οἰδίπους
οὕτως ἀναιδῶς ἐξεκίνησας τόδε
355τὸ ῥῆμα; καὶ ποῦ τοῦτο φεύξεσθαι δοκεῖς;
Τειρεσίας
πέφευγα: τἀληθὲς γὰρ ἰσχῦον τρέφω.
Οἰδίπους
πρὸς τοῦ διδαχθείς; οὐ γὰρ ἔκ γε τῆς τέχνης.
Τειρεσίας
πρὸς σοῦ: σὺ γάρ μ᾽ ἄκοντα προυτρέψω λέγειν.
Οἰδίπους
ποῖον λόγον; λέγ᾽ αὖθις, ὡς μᾶλλον μάθω.
Τειρεσίας
360οὐχὶ ξυνῆκας πρόσθεν; ἢ 'κπειρᾷ λέγων;
Οἰδίπους
οὐχ ὥστε γ᾽ εἰπεῖν γνωστόν: ἀλλ᾽ αὖθις φράσον.
Τειρεσίας
φονέα σε φημὶ τἀνδρὸς οὗ ζητεῖς κυρεῖν.
Οἰδίπους
ἀλλ᾽ οὔ τι χαίρων δίς γε πημονὰς ἐρεῖς.
Τειρεσίας
εἴπω τι δῆτα κἄλλ᾽, ἵν᾽ ὀργίζῃ πλέον;
Οἰδίπους
365ὅσον γε χρῄζεις: ὡς μάτην εἰρήσεται.
Τειρεσίας
λεληθέναι σε φημὶ σὺν τοῖς φιλτάτοις
αἴσχισθ᾽ ὁμιλοῦντ᾽, οὐδ᾽ ὁρᾶν ἵν᾽ εἶ κακοῦ.
Οἰδίπους
ἦ καὶ γεγηθὼς ταῦτ᾽ ἀεὶ λέξειν δοκεῖς;
Τειρεσίας
εἴπερ τί γ᾽ ἐστὶ τῆς ἀληθείας σθένος.
Οἰδίπους
370ἀλλ᾽ ἔστι, πλὴν σοί: σοὶ δὲ τοῦτ᾽ οὐκ ἔστ᾽ ἐπεὶ
τυφλὸς τά τ᾽ ὦτα τόν τε νοῦν τά τ᾽ ὄμματ᾽ εἶ.
Τειρεσίας
σὺ δ᾽ ἄθλιός γε ταῦτ᾽ ὀνειδίζων, ἃ σοὶ
οὐδεὶς ὃς οὐχὶ τῶνδ᾽ ὀνειδιεῖ τάχα.
Οἰδίπους
μιᾶς τρέφει πρὸς νυκτός, ὥστε μήτ᾽ ἐμὲ
375μήτ᾽ ἄλλον, ὅστις φῶς ὁρᾷ, βλάψαι ποτ᾽ ἄν.
Τειρεσίας
οὐ γάρ σε μοῖρα πρός γ᾽ ἐμοῦ πεσεῖν, ἐπεὶ
ἱκανὸς Ἀπόλλων, ᾧ τάδ᾽ ἐκπρᾶξαι μέλει.
Οἰδίπους
Κρέοντος ἢ σοῦ ταῦτα τἀξευρήματα;
Τειρεσίας
Κρέων δέ σοι πῆμ᾽ οὐδέν, ἀλλ᾽ αὐτὸς σὺ σοί.