Οἰδίπους
καὶ σοί γ᾽ ἐπισκήπτω τε καὶ προστέψομαι,
τῆς μὲν κατ᾽ οἴκους αὐτὸς ὃν θέλεις τάφον
θοῦ: καὶ γὰρ ὀρθῶς τῶν γε σῶν τελεῖς ὕπερ:
ἐμοῦ δὲ μήποτ᾽ ἀξιωθήτω τόδε
1450πατρῷον ἄστυ ζῶντος οἰκητοῦ τυχεῖν,
ἀλλ᾽ ἔα με ναίειν ὄρεσιν, ἔνθα κλῄζεται
οὑμὸς Κιθαιρὼν οὗτος, ὃν μήτηρ τέ μοι
πατήρ τ᾽ ἐθέσθην ζῶντε κύριον τάφον,
ἵν᾽ ἐξ ἐκείνων, οἵ μ᾽ ἀπωλλύτην, θάνω.
1455καίτοι τοσοῦτόν γ᾽ οἶδα, μήτε μ᾽ ἂν νόσον
μήτ᾽ ἄλλο πέρσαι μηδέν: οὐ γὰρ ἄν ποτε
θνῄσκων ἐσώθην, μὴ 'πί τῳ δεινῷ κακῷ.
ἀλλ᾽ ἡ μὲν ἡμῶν μοῖρ᾽, ὅποιπερ εἶσ᾽, ἴτω:
παίδων δὲ τῶν μὲν ἀρσένων μή μοι, Κρέων,
1460προσθῇ μέριμναν: ἄνδρες εἰσίν, ὥστε μὴ
σπάνιν ποτὲ σχεῖν, ἔνθ᾽ ἂν ὦσι, τοῦ βίου:
ταῖν δ᾽ ἀθλίαιν οἰκτραῖν τε παρθένοιν ἐμαῖν,
αἷν οὔποθ᾽ ἡμὴ χωρὶς ἐστάθη βορᾶς
τράπεζ᾽ ἄνευ τοῦδ᾽ ἀνδρός, ἀλλ᾽ ὅσων ἐγὼ
1465ψαύοιμι, πάντων τῶνδ᾽ ἀεὶ μετειχέτην:
αἷν μοι μέλεσθαι: καὶ μάλιστα μὲν χεροῖν
ψαῦσαί μ᾽ ἔασον κἀποκλαύσασθαι κακά.
ἴθ᾽ ὦναξ,
ἴθ᾽ ὦ γονῇ γενναῖε: χερσί τἂν θιγὼν
1470δοκοῖμ᾽ ἔχειν σφᾶς, ὥσπερ ἡνίκ᾽ ἔβλεπον.
τί φημί;
οὐ δὴ κλύω που πρὸς θεῶν τοῖν μοι φίλοιν
δακρυρροούντοιν, καί μ᾽ ἐποικτίρας Κρέων
ἔπεμψέ μοι τὰ φίλτατ᾽ ἐκγόνοιν ἐμοῖν;
1475λέγω τι;
Κρέων
λέγεις: ἐγὼ γὰρ εἰμ᾽ ὁ πορσύνας τάδε,
γνοὺς τὴν παροῦσαν τέρψιν, ἥ σ᾽ εἶχεν πάλαι.