Χορός
οὐκ οἶδ᾽ ὅπως σε φῶ βεβουλεῦσθαι καλῶς:
κρείσσων γὰρ ἦσθα μηκέτ᾽ ὢν ἢ ζῶν τυφλός.
Οἰδίπους
ὡς μὲν τάδ᾽ οὐχ ὧδ᾽ ἔστ᾽ ἄριστ᾽ εἰργασμένα,
1370μή μ᾽ ἐκδίδασκε, μηδὲ συμβούλευ᾽ ἔτι.
ἐγὼ γὰρ οὐκ οἶδ᾽ ὄμμασιν ποίοις βλέπων
πατέρα ποτ᾽ ἂν προσεῖδον εἰς Ἅιδου μολὼν
οὐδ᾽ αὖ τάλαιναν μητέρ᾽, οἷν ἐμοὶ δυοῖν
ἔργ᾽ ἐστὶ κρείσσον᾽ ἀγχόνης εἰργασμένα.
1375ἀλλ᾽ ἡ τέκνων δῆτ᾽ ὄψις ἦν ἐφίμερος,
βλαστοῦσ᾽ ὅπως ἔβλαστε, προσλεύσσειν ἐμοί;
οὐ δῆτα τοῖς γ᾽ ἐμοῖσιν ὀφθαλμοῖς ποτε:
οὐδ᾽ ἄστυ γ᾽ οὐδὲ πύργος οὐδὲ δαιμόνων
ἀγάλμαθ᾽ ἱερά, τῶν ὁ παντλήμων ἐγὼ
1380κάλλιστ᾽ ἀνὴρ εἷς ἔν γε ταῖς Θήβαις τραφεὶς
ἀπεστέρησ᾽ ἐμαυτόν, αὐτὸς ἐννέπων
ὠθεῖν ἅπαντας τὸν ἀσεβῆ, τὸν ἐκ θεῶν
φανέντ᾽ ἄναγνον καὶ γένους τοῦ Λαΐου.
τοιάνδ᾽ ἐγὼ κηλῖδα μηνύσας ἐμὴν
1385ὀρθοῖς ἔμελλον ὄμμασιν τούτους ὁρᾶν;
ἥκιστά γ᾽: ἀλλ᾽ εἰ τῆς ἀκουούσης ἔτ᾽ ἦν
πηγῆς δι᾽ ὤτων φραγμός, οὐκ ἂν ἐσχόμην
τὸ μὴ ἀποκλῇσαι τοὐμὸν ἄθλιον δέμας,
ἵν᾽ ἦ τυφλός τε καὶ κλύων μηδέν: τὸ γὰρ
1390τὴν φροντίδ᾽ ἔξω τῶν κακῶν οἰκεῖν γλυκύ.
ἰὼ Κιθαιρών, τί μ᾽ ἐδέχου; τί μ᾽ οὐ λαβὼν
ἔκτεινας εὐθύς, ὡς ἔδειξα μήποτε
ἐμαυτὸν ἀνθρώποισιν ἔνθεν ἦ γεγώς;
ὦ Πόλυβε καὶ Κόρινθε καὶ τὰ πάτρια
1395λόγῳ παλαιὰ δώμαθ᾽, οἷον ἆρά με
κάλλος κακῶν ὕπουλον ἐξεθρέψατε:
νῦν γὰρ κακός τ᾽ ὢν κἀκ κακῶν εὑρίσκομαι.
ὦ τρεῖς κέλευθοι καὶ κεκρυμμένη νάπη
δρυμός τε καὶ στενωπὸς ἐν τριπλαῖς ὁδοῖς,
1400αἳ τοὐμὸν αἷμα τῶν ἐμῶν χειρῶν ἄπο
ἐπίετε πατρός, ἆρά μου μέμνησθ᾽ ἔτι
οἷ᾽ ἔργα δράσας ὑμὶν εἶτα δεῦρ᾽ ἰὼν
ὁποῖ᾽ ἔπρασσον αὖθις; ᾧ γάμοι γάμοι,
ἐφύσαθ᾽ ἡμᾶς, καὶ φυτεύσαντες πάλιν
1405ἀνεῖτε ταὐτοῦ σπέρμα, κἀπεδείξατε
πατέρας, ἀδελφούς, παῖδας, αἷμ᾽ ἐμφύλιον,
νύμφας, γυναῖκας μητέρας τε, χὠπόσα
αἴσχιστ᾽ ἐν ἀνθρώποισιν ἔργα γίγνεται.
ἀλλ᾽ οὐ γὰρ αὐδᾶν ἔσθ᾽ ἃ μηδὲ δρᾶν καλόν,
1410ὅπως τάχιστα πρὸς θεῶν ἔξω μέ που
καλύψατ᾽ ἢ φονεύσατ᾽ ἢ θαλάσσιον
ἐκρίψατ᾽, ἔνθα μήποτ᾽ εἰσόψεσθ᾽ ἔτι.
ἴτ᾽, ἀξιώσατ᾽ ἀνδρὸς ἀθλίου θιγεῖν.
πίθεσθε, μὴ δείσητε: τἀμὰ γὰρ κακὰ
1415οὐδεὶς οἷός τε πλὴν ἐμοῦ φέρειν βροτῶν.