Οἰδίπους
ἀλλ᾽ ἐξ ὑπαρχῆς αὖθις αὔτ᾽ ἐγὼ φανῶ:
ἐπαξίως γὰρ Φοῖβος, ἀξίως δὲ σὺ
πρὸ τοῦ θανόντος τήνδ᾽ ἔθεσθ᾽ ἐπιστροφήν:
135ὥστ᾽ ἐνδίκως ὄψεσθε κἀμὲ σύμμαχον
γῇ τῇδε τιμωροῦντα τῷ θεῷ θ᾽ ἅμα.
ὑπὲρ γὰρ οὐχὶ τῶν ἀπωτέρω φίλων,
ἀλλ᾽ αὐτὸς αὑτοῦ τοῦτ᾽ ἀποσκεδῶ μύσος.
ὅστις γὰρ ἦν ἐκεῖνον ὁ κτανών, τάχ᾽ ἂν
140κἄμ᾽ ἂν τοιαύτῃ χειρὶ τιμωροῦνθ᾽ ἕλοι.
κείνῳ προσαρκῶν οὖν ἐμαυτὸν ὠφελῶ.
ἀλλ᾽ ὡς τάχιστα, παῖδες, ὑμεῖς μὲν βάθρων
ἵστασθε, τούσδ᾽ ἄραντες ἱκτῆρας κλάδους,
ἄλλος δὲ Κάδμου λαὸν ὧδ᾽ ἀθροιζέτω,
145ὡς πᾶν ἐμοῦ δράσοντος: ἢ γὰρ εὐτυχεῖς
σὺν τῷ θεῷ φανούμεθ᾽ ἢ πεπτωκότες.
Ἱερεύς
ὦ παῖδες, ἱστώμεσθα: τῶνδε γὰρ χάριν
καὶ δεῦρ᾽ ἔβημεν ὧν ὅδ᾽ ἐξαγγέλλεται.
Φοῖβος δ᾽ ὁ πέμψας τάσδε μαντείας ἅμα
150σωτήρ δ᾽ ἵκοιτο καὶ νόσου παυστήριος.