Οἰδίπους
Ἀπόλλων τάδ᾽ ἦν, Ἀπόλλων, φίλοι,
1330ὁ κακὰ κακὰ τελῶν ἐμὰ τάδ᾽ ἐμὰ πάθεα.
ἔπαισε δ᾽ αὐτόχειρ νιν οὔτις, ἀλλ᾽ ἐγὼ τλάμων.
τί γὰρ ἔδει μ᾽ ὁρᾶν,
1335ὅτῳ γ᾽ ὁρῶντι μηδὲν ἦν ἰδεῖν γλυκύ;
Χορός
ἦν τᾷδ᾽ ὅπωσπερ καὶ σύ φῄς.
Οἰδίπους
τί δῆτ᾽ ἐμοὶ βλεπτὸν ἢ
στερκτὸν ἢ προσήγορον
ἔτ᾽ ἔστ᾽ ἀκούειν ἡδονᾷ φίλοι;
1340ἀπάγετ᾽ ἐκτόπιον ὅ τι τάχιστά με,
ἀπάγετ᾽, ὦ φίλοι, τὸν μέγ᾽ ὀλέθριον
τὸν καταρατότατον, ἔτι δὲ καὶ θεοῖς
1345ἐχθρότατον βροτῶν.
Χορός
δείλαιε τοῦ νοῦ τῆς τε συμφορᾶς ἴσον,
ὡς σ᾽ ἠθέλησα μηδέ γ᾽ ἂν γνῶναί ποτε.