Ἐξάγγελος
αὐτὴ πρὸς αὑτῆς. τῶν δὲ πραχθέντων τὰ μὲν
ἄλγιστ᾽ ἄπεστιν: ἡ γὰρ ὄψις οὐ πάρα.
ὅμως δ᾽, ὅσον γε κἀν ἐμοὶ μνήμης ἔνι,
1240πεύσει τὰ κείνης ἀθλίας παθήματα.
ὅπως γὰρ ὀργῇ χρωμένη παρῆλθ᾽ ἔσω
θυρῶνος, ἵετ᾽ εὐθὺ πρὸς τὰ νυμφικὰ
λέχη, κόμην σπῶσ᾽ ἀμφιδεξίοις ἀκμαῖς.
πύλας δ᾽, ὅπως εἰσῆλθ᾽, ἐπιρράξασ᾽ ἔσω
1245καλεῖ τὸν ἤδη Λάϊον πάλαι νεκρόν,
μνήμην παλαιῶν σπερμάτων ἔχουσ᾽, ὑφ᾽ ὧν
θάνοι μὲν αὐτός, τὴν δὲ τίκτουσαν λίποι
τοῖς οἷσιν αὐτοῦ δύστεκνον παιδουργίαν.
γοᾶτο δ᾽ εὐνάς, ἔνθα δύστηνος διπλοῦς
1250ἐξ ἀνδρὸς ἄνδρα καὶ τέκν᾽ ἐκ τέκνων τέκοι.
χὤπως μὲν ἐκ τῶνδ᾽ οὐκέτ᾽ οἶδ᾽ ἀπόλλυται:
βοῶν γὰρ εἰσέπαισεν Οἰδίπους, ὑφ᾽ οὗ
οὐκ ἦν τὸ κείνης ἐκθεάσασθαι κακόν,
ἀλλ᾽ εἰς ἐκεῖνον περιπολοῦντ᾽ ἐλεύσσομεν.
1255φοιτᾷ γὰρ ἡμᾶς ἔγχος ἐξαιτῶν πορεῖν,
γυναῖκά τ᾽ οὐ γυναῖκα, μητρῴαν δ᾽ ὅπου
κίχοι διπλῆν ἄρουραν οὗ τε καὶ τέκνων.
λυσσῶντι δ᾽ αὐτῷ δαιμόνων δείκνυσί τις:
οὐδεὶς γὰρ ἀνδρῶν, οἳ παρῆμεν ἐγγύθεν.
1260δεινὸν δ᾽ ἀύσας ὡς ὑφηγητοῦ τινος
πύλαις διπλαῖς ἐνήλατ᾽, ἐκ δὲ πυθμένων
ἔκλινε κοῖλα κλῇθρα κἀμπίπτει στέγῃ.
οὗ δὴ κρεμαστὴν τὴν γυναῖκ᾽ ἐσείδομεν,
πλεκταῖσιν αἰώραισιν ἐμπεπλεγμένην.
1265ὁ δ᾽ ὡς ὁρᾷ νιν, δεινὰ βρυχηθεὶς τάλας
χαλᾷ κρεμαστὴν ἀρτάνην. ἐπεὶ δὲ γῇ
ἔκειτο τλήμων, δεινὰ δ᾽ ἦν τἀνθένδ᾽ ὁρᾶν.
ἀποσπάσας γὰρ εἱμάτων χρυσηλάτους
περόνας ἀπ᾽ αὐτῆς, αἷσιν ἐξεστέλλετο,
1270ἄρας ἔπαισεν ἄρθρα τῶν αὑτοῦ κύκλων,
αὐδῶν τοιαῦθ᾽, ὁθούνεκ᾽ οὐκ ὄψοιντό νιν
οὔθ᾽ οἷ᾽ ἔπασχεν οὔθ᾽ ὁποῖ᾽ ἔδρα κακά,
ἀλλ᾽ ἐν σκότῳ τὸ λοιπὸν οὓς μὲν οὐκ ἔδει
ὀψοίαθ᾽, οὓς δ᾽ ἔχρῃζεν οὐ γνωσοίατο.
1275τοιαῦτ᾽ ἐφυμνῶν πολλάκις τε κοὐχ ἅπαξ
ἤρασσ᾽ ἐπαίρων βλέφαρα. φοίνιαι δ᾽ ὁμοῦ
γλῆναι γένει᾽ ἔτελλον, οὐδ᾽ ἀνίεσαν
φόνου μυδώσας σταγόνας, ἀλλ᾽ ὁμοῦ μέλας
ὄμβρος χαλάζης αἱματοῦς ἐτέγγετο.
τάδ᾽ ἐκ δυοῖν ἔρρωγεν, οὐ μόνου κάτα,
1280ἀλλ᾽ ἀνδρὶ καὶ γυναικὶ συμμιγῆ κακά.
ὁ πρὶν παλαιὸς δ᾽ ὄλβος ἦν πάροιθε μὲν
ὄλβος δικαίως: νῦν δὲ τῇδε θἠμέρᾳ
στεναγμός, ἄτη, θάνατος, αἰσχύνη, κακῶν
ὅσ᾽ ἐστὶ πάντων ὀνόματ᾽, οὐδέν ἐστ᾽ ἀπόν.