Ἐξάγγελος
ὦ γῆς μέγιστα τῆσδ᾽ ἀεὶ τιμώμενοι,
οἷ᾽, ἔργ᾽ ἀκούσεσθ᾽, οἷα δ᾽ εἰσόψεσθ᾽, ὅσον δ᾽
1225ἀρεῖσθε πένθος, εἴπερ ἐγγενῶς ἔτι
τῶν Λαβδακείων ἐντρέπεσθε δωμάτων.
οἶμαι γὰρ οὔτ᾽ ἂν Ἴστρον οὔτε Φᾶσιν ἂν
νίψαι καθαρμῷ τήνδε τὴν στέγην, ὅσα
κεύθει, τὰ δ᾽ αὐτίκ᾽ εἰς τὸ φῶς φανεῖ κακὰ
1230ἑκόντα κοὐκ ἄκοντα. τῶν δὲ πημονῶν
μάλιστα λυποῦσ᾽ αἳ φανῶσ᾽ αὐθαίρετοι.
Χορός
λείπει μὲν οὐδ᾽ ἃ πρόσθεν εἴδομεν τὸ μὴ οὐ
βαρύστον᾽ εἶναι: πρὸς δ᾽ ἐκείνοισιν τί φῄς;
Ἐξάγγελος
ὁ μὲν τάχιστος τῶν λόγων εἰπεῖν τε καὶ
1235μαθεῖν, τέθνηκε θεῖον Ἰοκάστης κάρα.
Χορός
ὦ δυστάλαινα, πρὸς τίνος ποτ᾽ αἰτίας;