Θεράπων
λέγεις ἀληθῆ, καίπερ ἐκ μακροῦ χρόνου.
Ἄγγελος
φέρ᾽ εἰπὲ νῦν, τότ᾽ οἶσθα παῖδά μοί τινα
δούς, ὡς ἐμαυτῷ θρέμμα θρεψαίμην ἐγώ;
Θεράπων
τί δ᾽ ἔστι; πρὸς τί τοῦτο τοὔπος ἱστορεῖς;
Ἄγγελος
1145ὅδ᾽ ἐστίν, ὦ τᾶν, κεῖνος ὃς τότ᾽ ἦν νέος.
Θεράπων
οὐκ εἰς ὄλεθρον; οὐ σιωπήσας ἔσει;
Οἰδίπους
ἆ, μὴ κόλαζε, πρέσβυ, τόνδ᾽, ἐπεὶ τὰ σὰ
δεῖται κολαστοῦ μᾶλλον ἢ τὰ τοῦδ᾽ ἔπη.
Θεράπων
τί δ᾽, ὦ φέριστε δεσποτῶν, ἁμαρτάνω;
Οἰδίπους
1150οὐκ ἐννέπων τὸν παῖδ᾽ ὃν οὗτος ἱστορεῖ.
Θεράπων
λέγει γὰρ εἰδὼς οὐδέν, ἀλλ᾽ ἄλλως πονεῖ.
Οἰδίπους
σὺ πρὸς χάριν μὲν οὐκ ἐρεῖς, κλαίων δ᾽ ἐρεῖς.
Θεράπων
μὴ δῆτα, πρὸς θεῶν, τὸν γέροντά μ᾽ αἰκίσῃ.
Οἰδίπους
οὐχ ὡς τάχος τις τοῦδ᾽ ἀποστρέψει χέρας;
Θεράπων
1155δύστηνος, ἀντὶ τοῦ; τί προσχρῄζων μαθεῖν;
Οἰδίπους
τὸν παῖδ᾽ ἔδωκας τῷδ᾽ ὃν οὗτος ἱστορεῖ;
Θεράπων
ἔδωκ᾽: ὀλέσθαι δ᾽ ὤφελον τῇδ᾽ ἡμέρᾳ.
Οἰδίπους
ἀλλ᾽ εἰς τόδ᾽ ἥξεις μὴ λέγων γε τοὔνδικον.
Θεράπων
πολλῷ γε μᾶλλον, ἢν φράσω, διόλλυμαι.
Οἰδίπους
1160ἁνὴρ ὅδ᾽, ὡς ἔοικεν, ἐς τριβὰς ἐλᾷ.
Θεράπων
οὐ δῆτ᾽ ἔγωγ᾽, ἀλλ᾽ εἶπον, ὡς δοίην, πάλαι.
Οἰδίπους
πόθεν λαβών; οἰκεῖον ἢ 'ξ ἄλλου τινός;
Θεράπων
ἐμὸν μὲν οὐκ ἔγωγ᾽, ἐδεξάμην δέ του.
Οἰδίπους
τίνος πολιτῶν τῶνδε κἀκ ποίας στέγης;
Θεράπων
1165μὴ πρὸς θεῶν, μή, δέσποθ᾽, ἱστόρει πλέον.
Οἰδίπους
ὄλωλας, εἴ σε ταῦτ᾽ ἐρήσομαι πάλιν.
Θεράπων
τῶν Λαΐου τοίνυν τις ἦν γεννημάτων.
Οἰδίπους
ἦ δοῦλος ἢ κείνου τις ἐγγενὴς γεγώς;
Θεράπων
οἴμοι, πρὸς αὐτῷ γ᾽ εἰμὶ τῷ δεινῷ λέγειν.
Οἰδίπους
1170κἄγωγ᾽ ἀκούειν: ἀλλ᾽ ὅμως ἀκουστέον.