Οἰδίπους
γύναι, νοεῖς ἐκεῖνον, ὅντιν᾽ ἀρτίως
1055μολεῖν ἐφιέμεσθα; τόνδ᾽ οὗτος λέγει;
Ἰοκάστη
τί δ᾽ ὅντιν᾽ εἶπε; μηδὲν ἐντραπῇς: τὰ δὲ
ῥηθέντα βούλου μηδὲ μεμνῆσθαι μάτην.
Οἰδίπους
οὐκ ἂν γένοιτο τοῦθ᾽ ὅπως ἐγὼ λαβὼν
σημεῖα τοιαῦτ᾽ οὐ φανῶ τοὐμὸν γένος.
Ἰοκάστη
1060μὴ πρὸς θεῶν, εἴπερ τι τοῦ σαυτοῦ βίου
κήδει, ματεύσῃς τοῦθ᾽: ἅλις νοσοῦσ᾽ ἐγώ.
Οἰδίπους
θάρσει: σὺ μὲν γὰρ οὐδ᾽ ἐὰν τρίτης ἐγὼ
μητρὸς φανῶ τρίδουλος, ἐκφανεῖ κακή.
Ἰοκάστη
ὅμως πιθοῦ μοι, λίσσομαι: μὴ δρᾶ τάδε.
Οἰδίπους
1065οὐκ ἂν πιθοίμην μὴ οὐ τάδ᾽ ἐκμαθεῖν σαφῶς.
Ἰοκάστη
καὶ μὴν φρονοῦσά γ᾽ εὖ τὰ λῷστά σοι λέγω.
Οἰδίπους
τὰ λῷστα τοίνυν ταῦτά μ᾽ ἀλγύνει πάλαι.
Ἰοκάστη
ὦ δύσποτμ᾽, εἴθε μήποτε γνοίης ὃς εἶ.
Οἰδίπους
ἄξει τις ἐλθὼν δεῦρο τὸν βοτῆρά μοι;
1070ταύτην δ᾽ ἐᾶτε πλουσίῳ χαίρειν γένει.
Ἰοκάστη
ἰοὺ ἰού, δύστηνε: τοῦτο γάρ σ᾽ ἔχω
μόνον προσειπεῖν, ἄλλο δ᾽ οὔποθ᾽ ὕστερον.
Χορός
τί ποτε βέβηκεν, Οἰδίπους, ὑπ᾽ ἀγρίας
ᾁξασα λύπης ἡ γυνή; δέδοιχ᾽ ὅπως
1075μὴ 'κ τῆς σιωπῆς τῆσδ᾽ ἀναρρήξει κακά.
Οἰδίπους
ὁποῖα χρῄζει ῥηγνύτω: τοὐμὸν δ᾽ ἐγώ,
κεἰ σμικρόν ἐστι, σπέρμ᾽ ἰδεῖν βουλήσομαι.
αὕτη δ᾽ ἴσως, φρονεῖ γὰρ ὡς γυνὴ μέγα,
τὴν δυσγένειαν τὴν ἐμὴν αἰσχύνεται.
1080ἐγὼ δ᾽ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμων
τῆς εὖ διδούσης οὐκ ἀτιμασθήσομαι.
τῆς γὰρ πέφυκα μητρός: οἱ δὲ συγγενεῖς
μῆνές με μικρὸν καὶ μέγαν διώρισαν.
τοιόσδε δ᾽ ἐκφὺς οὐκ ἂν ἐξέλθοιμ᾽ ἔτι
1085ποτ᾽ ἄλλος, ὥστε μὴ 'κμαθεῖν τοὐμὸν γένος.