Ἄγγελος
1000ἦ γὰρ τάδ᾽ ὀκνῶν κεῖθεν ἦσθ᾽ ἀπόπτολις;
Οἰδίπους
πατρός τε χρῄζων μὴ φονεὺς εἶναι, γέρον.
Ἄγγελος
τί δῆτ᾽ ἐγὼ οὐχὶ τοῦδε τοῦ φόβου σ᾽, ἄναξ,
ἐπείπερ εὔνους ἦλθον, ἐξελυσάμην;
Οἰδίπους
καὶ μὴν χάριν γ᾽ ἂν ἀξίαν λάβοις ἐμοῦ.
Ἄγγελος
1005καὶ μὴν μάλιστα τοῦτ᾽ ἀφικόμην, ὅπως
σοῦ πρὸς δόμους ἐλθόντος εὖ πράξαιμί τι.
Οἰδίπους
ἀλλ᾽ οὔποτ᾽ εἶμι τοῖς φυτεύσασίν γ᾽ ὅμοῦ.
Ἄγγελος
ὦ παῖ, καλῶς εἶ δῆλος οὐκ εἰδὼς τί δρᾷς.
Οἰδίπους
πῶς, ὦ γεραιέ; πρὸς θεῶν δίδασκέ με.
Ἄγγελος
1010εἰ τῶνδε φεύγεις οὕνεκ᾽ εἰς οἴκους μολεῖν.
Οἰδίπους
ταρβῶν γε μή μοι Φοῖβος ἐξέλθῃ σαφής.
Ἄγγελος
ἦ μὴ μίασμα τῶν φυτευσάντων λάβῃς;
Οἰδίπους
τοῦτ᾽ αὐτό, πρέσβυ, τοῦτό μ᾽ εἰσαεὶ φοβεῖ.
Ἄγγελος
ἆρ᾽ οἶσθα δῆτα πρὸς δίκης οὐδὲν τρέμων;
Οἰδίπους
1015πῶς δ᾽ οὐχί, παῖς γ᾽ εἰ τῶνδε γεννητῶν ἔφυν;
Ἄγγελος
ὁθούνεκ᾽ ἦν σοι Πόλυβος οὐδὲν ἐν γένει.
Οἰδίπους
πῶς εἶπας; οὐ γὰρ Πόλυβος ἐξέφυσέ με;
Ἄγγελος
οὐ μᾶλλον οὐδὲν τοῦδε τἀνδρός, ἀλλ᾽ ἴσον.
Οἰδίπους
καὶ πῶς ὁ φύσας ἐξ ἴσου τῷ μηδενί;
Ἄγγελος
1020ἀλλ᾽ οὔ σ᾽ ἐγείνατ᾽ οὔτ᾽ ἐκεῖνος οὔτ᾽ ἐγώ.
Οἰδίπους
ἀλλ᾽ ἀντὶ τοῦ δὴ παῖδά μ᾽ ὠνομάζετο;
Ἄγγελος
δῶρόν ποτ᾽, ἴσθι, τῶν ἐμῶν χειρῶν λαβών.
Οἰδίπους
κᾆθ᾽ ὧδ᾽ ἀπ᾽ ἄλλης χειρὸς ἔστερξεν μέγα;
Ἄγγελος
ἡ γὰρ πρὶν αὐτὸν ἐξέπεισ᾽ ἀπαιδία.
Οἰδίπους
1025σὺ δ᾽ ἐμπολήσας ἢ τυχών μ᾽ αὐτῷ δίδως;