previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δὲ τὰ πράγματα διέστη Πομπηΐου καί Καίσαρος ἐξενεγκαμένων τὰ ὅπλα καί τῆς ἡγεμονίας ταραχθείσης, ἐπίδοξος μὲν ἦν αἱρήσεσθαι τὰ Καίσαρος: γὰρ πατὴρ αὐτοῦ διὰ τὸν Πομπήϊον ἐτεθνήκει πρότερον ἀξιῶν δὲ τὰ κοινὰ τῶν ἰδίων ἐπίπροσθεν ποιεῖσθαι καί τὴν Πομπηΐου νομίζων ὑπόθεσιν βελτίονα πρὸς τὸν πόλεμον εἶναι τῆς τοῦ Καίσαρος1 ἐκείνῳ προσέθετο. [2] καίτοι πρότερον ἀπαντήσας οὐδὲ προσεῖπε τὸν Πομπήϊον, ἄγος ἡγούμενος μέγα πατρὸς φονεῖ διαλέγεσθαι τότε δ᾽ ὡς ἄρχοντι τῆς πατρίδος ὑποτάξας ἑαυτόν εἰς Κιλικίαν ἔπλευσε πρεσβευτὴς μετὰ Σηστίου τοῦ λαχόντος τὴν ἐπαρχίαν. [3] ὡς δ᾽ ἐκεῖ πράττειν οὐδὲν ἦν μέγα καί συνῄεσαν εἰς ταὐτὸ ἤδη Πομπήϊος καί Καῖσαρ ἀγωνιζόμενοι περὶ τῶν ὅλων, ἧκεν εἰς Μακεδονίαν ἐθελοντὴς τοῦ κινδύνου μεθέξων: ὅτε καί φασι Πομπήϊον ἡσθέντα καί θαυμάσαντα προσιόντος αὐτοῦ καθεζόμενον ἐξαναστῆναι καί περιβαλεῖν ὡς κρείττονα πάντων ὁρώντων. ἐν δὲ τῇ στρατείᾳ τῆς ἡμέρας [p. 134] ὅσα μὴ Πομπηΐῳ συνῆν περὶ λόγους καί βιβλία διέτριβεν, οὐ μόνον τὸν ἄλλον χρόνον, ἀλλὰ καί πρὸ τῆς μεγάλης μάχης, [4] ἦν μὲν ἀκμὴ θέρους καί καῦμα πολύ πρὸς ἑλώδεσι χωρίοις ἐστρατοπεδευκότων, τῷ δὲ Βρούτῳ οὐ ταχέως ἧκον οἱ τὴν σκηνὴν κομίζοντες, ἐκπονηθεὶς δὲ περὶ ταῦτα, μεσημβρίας μόλις ἀλειψάμενος καί φαγὼν ὀλίγα, τῶν ἄλλων καθευδόντων πρὸς ἐπινοίᾳ καί φροντίδι τοῦ μέλλοντος ὄντων, αὐτὸς ἄχρι τῆς ἑσπέρας ἔγραφε συντάττων ἐπιτομὴν Πολυβίου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: