Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πολλὰ μὲν οὖν ἄξια μνήμης ἔργα καὶ
τιμαῖς ἀπεδείξατο καὶ κολάσεσι τῶν ἀξίων ᾧ δ᾽
αὐτός τε ἥσθη μάλιστα καὶ Ῥωμαίων οἱ κράτιστοι,
τοῦτο διηγήσομαι. Πομπηΐου
Μάγνου
προσβαλόντος Αἰγύπτῳ κατὰ Πηλούσιον, ὁπηνίκα
τὴν μεγάλην ἀρχὴν ἀποβαλὼν ὑπὸ Καίσαρος
ἔφυγεν, οἱ τοῦ βασιλέως ἔτι παιδὸς ὄντος ἐπιτροπεύοντες
ἐν βουλῇ μετὰ τῶν φίλων ἦσαν, οὐ κατὰ
ταὐτὰ ταῖς γνώμαις φερόμενοι.
[2]
τοῖς μὲν γὰρ
ἐδόκει δέχεσθαι, τοῖς δ᾽ ἀπωθεῖν Αἰγύπτου τὸν
ἄνδρα. Θεόδοτος δέ τις Χῖος, ἐπὶ μισθῷ ῥητορικῶν
λόγων διδάσκαλος τῷ βασιλεῖ συνών, ἠξιωμένος
δὲ τότε τοῦ συνεδρίου δι᾽ ἐρημίαν ἀνδρῶν
βελτιόνων, ἀμφοτέρους διαμαρτάνοντας ἀπέφαινε,
καὶ τοὺς ἀναλαβεῖν καὶ τοὺς ἀφεῖναι
κελεύοντας τὸν Πομπήϊον:
[3]
ἓν γὰρ εἶναι συμφέρον
[p. 200]
ἐκ τῶν παρόντων, δεξαμένους ἀποκτεῖναι.
καὶ προσεπεῖπε τοῦ λόγου παυόμενος, ὅτι νεκρὸς οὐ δάκνει. προσθεμένου δὲ τῇ γνώμῃ τοῦ συνεδρίου παράδειγμα τῶν ἀπίστων καὶ ἀπροσδοκήτων ἔκειτο Πομπήϊος Μᾶγνος, τῆς Θεοδότου ῥητορείας καὶ δεινότητος ἔργον, ὡς αὐτός ὁ σοφιστὴς ἔλεγε μεγαλαυχούμενος.
[4]
ὀλίγῳ δ᾽ ὕστερον ἐπελθόντος Καίσαρος, οἱ μὲν δίκας τιννύοντες ἀπώλλυντο κακοὶ κακῶς, Θεόδοτος δὲ παρὰ τῆς τύχης χρόνον εἰς ἄδοξον καὶ ἄπορον καὶ πλάνητα βίον ἐπιδανεισάμενος τότε Βροῦτον ἐπιόντα τὴν Ἀσίαν οὐκ ἔλαθεν, ἀλλ᾽ ἀναχθεὶς καὶ κολασθεὶς ὄνομα τοῦ θανάτου πλέον ἔσχεν ἢ τοῦ βίου.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.