previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ψηφισαμένης δὲ τῆς βουλῆς τὴν μὲν ὠφέλειαν χαλεπὸν γὰρ ἦν ἀνάδαστον μὴ γενέσθαι, τοὺς δὲ λαβόντας αὐτοὺς σὺν ὅρκῳ τὴν δεκάτην παραφέρειν εἰς μέσον, ἐγίνετο πολλὰ [p. 114] λυπηρὰ καὶ βίαια περὶ τοὺς στρατιώτας, ἀνθρώπους πένητας καὶ πολλὰ πεπονηκότας, ἀναγκαζομένους ὧν ἐκέκτηντο καὶ κατεκέχρηντο μέρος εἰσφέρειν τοσοῦτον, [2] θορυβουμένῳ δ᾽ ὑπ᾽ αὐτῶν τῷ Καμίλλῳ καὶ προφάσεως ἀποροῦντι βελτίονος εἰς τὸν ἀτοπώτατον τῶν λόγων συνέβαινε καταφεύγειν, ὁμολογοῦντι ἐπιλαθέσθαι τῆς εὐχῆς, οἱ δ᾽ ἐχαλέπαινον, εἰ τὰ τῶν πολεμίων δεκατεύσειν εὐξάμενος τότε νῦν δεκατεύει τὰ τῶν πολιτῶν, οὐ μὴν ἀλλὰ πάντων ὅσον ἔδει μέρος εἰσενεγκόντων ἔδοξε κρατῆρα χρυσοῦν κατασκευάσαντας εἰς Δελφοὺς ἀποστεῖλαι. [3] χρυσίου δ᾽ ἦν σπάνις ἐν τῇ πόλει καὶ τῶν ἀρχόντων ὅθεν ἂν πορισθείη σκοπούντων, αἱ γυναῖκες αὐταὶ καθ᾽ αὑτὰς βουλευσάμεναι τὸν ὄντα χρυσοῦν ἑκάστῃ περὶ τὸ σῶμα κόσμον ἐπέδωκαν εἰς τὸ ἀνάθημα, σταθμῷ χρυσίου γενόμενον ὀκτὼ ταλάντων, καὶ ταύταις μὲν σύγκλητος ἀποδιδοῦσα τιμὴν πρέπουσαν ἐψηφίσατο μετὰ θάνατον ὥσπερ ἐπὶ τοῖς ἀνδράσι καὶ ταῖς γυναιξὶ λέγεσθαι τὸν ἄξιον ἔπαινον οὐ γὰρ ἦν εἰθισμένον πρότερον ἐγκωμιάζεσθαι γυναῖκα δημοσίᾳ τελευτήσασαν: [4] ἑλόμενοι δὲ τρεῖς ἄνδρας ἐκ τῶν ἀρίστων θεωρούς καὶ ναῦν μακρὰν εὐανδροῦντι πληρώματι καὶ κόσμῳ πανηγυρικῷ κατασκευάσαντες ἐξέπεμψαν.

ἦν δ᾽ ἄρα καὶ χειμὼν καὶ γαλήνη θαλάσσης ἀργαλέον, ὡς ἐκείνοις συνέτυχε τότε παρ᾽ οὐδὲν ἐλθόντας ἀπολέσθαι διαφυγεῖν αὖθις ἀπροσδοκήτως τὸν κίνδυνον. ἐπέπλευσαν γὰρ αὐτοῖς Λιπαρέων τριήρεις περὶ τὰς Αἰόλου νήσους τοῦ [p. 116] πνεύματος ἐκλιπόντος ὡς λῃσταῖς. [5] δεομένων δὲ καὶ προϊσχομένων χεῖρας ἐμβολῆς μὲν ἔσχοντο, τὴν δὲ ναῦν ἀναψάμενοι καὶ καταγαγόντες ἀπεκήρυττον, ἅμα καὶ τὰ χρήματα καὶ τὰ σώματα, πειρατικὰ κρίναντες εἶναι. μόλις δ᾽ ἑνὸς ἀνδρὸς ἀρετῇ καὶ δυνάμει Τιμησιθέου τοῦ στρατηγοῦ πεισθέντες μεθῆκαν. δὲ καὶ προσκαθελκύσας ἰδίᾳ πλοῖα παρέπεμψε καὶ συγκαθιέρωσε τὸ ἀνάθημα: δι᾽ καὶ τιμὰς ἔσχεν, ἃς εἰκὸς ἦν, ἐν Ῥώμῃ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: