previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὀνοκενταύραν καλοῦσι ζῷόν τι, καὶ ταύτην ὅστις εἶδεν, οὐκ ἂν ἠπίστησεν ὅτι καὶ Κενταύρων φῦλα ἦν, καὶ οὐ κατεψεύσαντο οἱ χειρουργοὶ τῆς φύσεως, ἀλλὰ καὶ ἐκείνους ἤνεγκεν χρόνος κράσει σωμάτων οὐχ ὁμοίων ἑνωθέντας. καταλείπωμεν δὲ αὐτούς, εἴτε ἐγένοντο ὄντως ἐπιδημίᾳ μιᾷ καὶ τῇ αὐτῇ, εἴτε φήμη κηροῦ παντὸς οὖσα εὐπλαστοτέρα τε καὶ εὐπειθεστέρα διέπλασεν αὐτούς, καὶ ἀνέμιξεν ἵππου καὶ ἀνθρώπου δαιμονίᾳ τινὶ συναφῇ ἡμίτομα, καὶ [p. 416] ἔδωκε μίαν ψυχήν. αὕτη δὲ ὑπὲρ ἧς ὥρμηται λέγειν ὅδε λόγος, ἐς ἀκοὴν τὴν ἐμὴν τοιάδε ἀφίκετο. ἀνθρώπῳ τὸ πρόσωπον εἴκασται, περιέρχονται δὲ αὐτὸ βαθεῖαι τρίχες. τράχηλός τε ὑπὸ τῷ προσώπῳ καὶ στέρνα, καὶ ταῦτα ἀνθρωπικά: μαζοὶ δὲ ᾐρμένοι καὶ κατὰ τοῦ στήθους ἐφεστῶτες, ὦμοι δὲ καὶ βραχίονες καὶ πήχεις, ἔτι δὲ χεῖρες καὶ στέρνα ἐς ἰξύν, καὶ ταῦτα ἀνθρωπικά: ῥάχις δὲ καὶ πλευραὶ καὶ γαστὴρ καὶ πόδες οἱ κατόπιν ὄνῳ καὶ μάλα ἐμφερῆ, καὶ τεφρώδης

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: