previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Δόρπου δ᾽ ἐξαῦτις μνησώμεθα, χερσὶ δ᾽ ἐφ᾽ ὕδωρ
χευάντων: μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται Od. 4.213'
ἐμοί τε καὶ σοί, Τιμόκρατες. περιενεχθέντων γὰρ κωλήνων καί τινος εἰπόντος εἰ τακεραί εἰσι, ‘παρὰ τίνι κεῖται τὸ τακερόν; Οὐλπιανὸς ἔφη. ‘καὶ σίναπυ δὲ τίς εἴρηκε τὸ νᾶπυ; ὁρῶ γὰρ ἐν παροψίσι περιφερόμενον μετὰ τῶν κωλεῶν. οἶδα γὰρ καὶ οὕτως λεγόμενον κωλεὸν ἀρσενικῶς καὶ οὐχ, ὡς οἱ ἡμεδαποὶ Ἀθηναῖοι, μόνως θηλυκῶς. Ἐπίχαρμος γοῦν ἐν Μεγαρίδι φησίν p. 246 L':' ‘ὀρύα, τυρίδιον, κωλεοί, σφονδύλοι, τῶν δὲ βρωμάτων οὐδὲ ἕν.' καὶ ἐν Κύκλωπι p. 243 L':'
χορδαί τε ἁδὺ ναὶ μὰ Δία χὠ κωλεός.
μάθετε δὲ καὶ τοῦτο παρ᾽ ἐμοῦ, σοφώτατοι, ὅτι νῦν Ἐπίχαρμος καὶ χορδὴν ὠνόμασεν, ἀεί ποτε ὀρύαν καλῶν. καὶ ἅλας δὲ ἡδυσμένους ὁρῶ ἐν ἄλλαις παροψίσιν. ἀνηδύντων δὲ ἁλῶν πλήρεις οἱ κυνικοί, παρ᾽ οἷς κατὰ τὸν Ἀντιφάνην, λέγει δ᾽ ἐν Κωρύκῳ τις ἄλλος κύων II 66 K':'
τῶν θαλαττίων δ᾽ ἀεὶ
ὄψων ἓν ἔχομεν, διὰ τέλους δὲ τοῦθ᾽, ἅλας.
...... ἐπὶ δὲ τούτοις πίνομεν
οἰνάριον, ἧδος νὴ Δί᾽ οἰκίας τρόπον.
Β. πῶς ἧδος; Α. οἷον τοῖς παροῦσι συμφέρει
ἁπαξάπασιν ὀξυβάφῳ ποτηρίῳ.
ὁρῶ δὲ καὶ μετὰ ὄξους ἀναμεμιγμένον γάρον. οἶδα δὲ ὅτι νῦν τινες τῶν Ποντικῶν ἰδίᾳ καθ᾽ αὑτὸ κατασκευάζονται ὀξύγαρον.'

πρὸς ταῦτα ἀπαντήσας Ζωίλος ἔφη: ‘Ἀριστοφάνης, οὗτος, ἐν Λημνίαις τὸ τακερὸν ἔταξεν ἐπὶ τοῦ τρυφεροῦ λέγων οὕτως I 486 K':'

Λῆμνος κυάμους τρέφουσα τακεροὺς καὶ καλούς.
καὶ Φερεκράτης Κραπατάλλοις I 169 K':'
τακεροὺς ποιῆσαι τοὺς ἐρεβίνθους αὐτόθι.
σίνηπυ δ᾽ ὠνόμασε Νίκανδρος Κολοφώνιος ἐν μὲν Θηριακοῖς οὕτως v. 921 cf. p. 159 Schn':'
μὴν καὶ σικύην χαλκήρεα ἠὲ σίνηπυ.
ἐν δὲ τοῖς Γεωργικοῖς fr. 70, 16 Schn':'
σπέρματά τ᾽ ἐνδάκνοντα σινήπυος.
καὶ πάλιν fr. 84 Schn':'
κάρδαμ᾽ ἀνάρρινόν τε μελάμφυλλόν τε σίνηπυ.
Κράτης δ᾽ ἐν τοῖς περὶ τῆς Ἀττικῆς λέξεως Ἀριστοφάνη παριστᾷ λέγοντα:
κἄβλεπε σίναπυ καὶ τὰ πρόσωπ᾽ ἀνέσπασε,
καθά φησι Σέλευκος ἐν τοῖς περὶ Ἑλληνισμοῦ: ἐστὶ δ᾽ στίχος ἐξ Ἱππέων 631' 'καὶ ἔχει οὕτως: ‘κἄβλεψε νᾶπυ.' οὐδεὶς δ᾽ Ἀττικῶν σίναπυ ἔφη. ἔχει δὲ ἑκάτερον λόγον. νᾶπυ μὲν γὰρ οἷον νᾶφυ, ὅτι ἐστέρηται φύσεως: ἀφυὲς γὰρ καὶ μικρόν, ὥσπερ καὶ ἀφύη. σίναπυ δὲ ὅτι σίνεται τοὺς ὦπας ἐν τῇ ὀδμῇ, ὡς καὶ τὸ κρόμμυον ὅτι τὰς κόρας μύομεν. Ξέναρχος δὲ κωμῳδιοποιὸς ἐν Σκύθαις ἔφη II 472 K':'
τουτὶ τὸ κακὸν οὔκ ἐστ᾽ ἔτι
κακόν. τὸ θυγάτριόν γέ μου σεσινάπικεν
διὰ τῆς ξένης.
ἁλῶν δὲ καὶ ὄξους μέμνηται καλὸς Ἀριστοφάνης ἐν τοῖς περὶ Σθενέλου τοῦ τραγικοῦ λέγων I 429 K':'
καὶ πῶς ἐγὼ Σθενέλου φάγοιμ᾽ ἂν ῥήματα;
εἰς ὄξος ἐμβαπτόμενος λευκοὺς ἅλας;

ἡμεῖς μὲν οὖν σοι ταῦτα, καλὲ ἄνθρωπε, ζητοῦντι συνεισευπορήσαμεν: σὺ δ᾽ ἡμῖν ἀποκρίνασθαι δίκαιος εἶ παρὰ τίνι ἐπὶ τοῦ ἀγγείου παροψὶς κεῖται. ἐπὶ μὲν γὰρ ὄψου παρεσκευασμένου ποικίλου καὶ εἴδους τινὸς τοιούτου Πλάτωνα οἶδα εἰρηκότα ἐν Ἑορταῖς οὕτως I 609 K':'

ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες.
ἐν δὲ Εὐρώπῃ πάλιν ἐπὶ παροψήματος διὰ πλειόνων εἴρηκεν, ἐν οἷς ἐστι καὶ τάδε I 611 K':'
Α. γυνὴ καθεύδουσ᾽ ἐστὶν ἀργόν. Β. μανθάνω.
Α. ἐγρηγορυίας δ᾽ εἰσὶν αἱ παροψίδες
αὐταὶ μόνον κρεῖττον πολὺ χρῆμ᾽ εἰς ἡδονὴν
τἄλλα βεῖν οὐ γάρ τινες παροψίδες
εἰσ᾽, ἀντιβολῶ σ᾽;
κἀν τοῖς δ᾽ ἑξῆς δίεισιν ὥσπερ ἐπὶ παροψήματος λέγων τῶν παροψίδων. ἐν δὲ Φάωνι I 649 K':'
τὰ δ᾽ ἀλλότρι᾽ ἔσθ᾽ ὅμοια ταῖς παροψίσι:
βραχὺ γάρ <τι> τέρψαντ᾽ ἐξανάλωται ταχύ.
Ἀριστοφάνης Δαιδάλῳ I 436 K':'
πάσαις γυναιξὶν ἐξ ἑνός γέ του <τρόπου>
ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος.'

σιωπῶντος οὖν τοῦ Οὐλπιανοῦ, ‘ἀλλ᾽ ἐγώ, φησὶν Λεωνίδης, εἰπεῖν εἰμι δίκαιος πολλὰ ἤδη σιωπήσας:

πολλοῖς δ᾽ ἀντιλέγειν
κατὰ τὸν Πάριον Εὔηνον II 269 B' '
ἔθος περὶ παντὸς ὁμοίως,
ὀρθῶς δ᾽ ἀντιλέγειν οὐκ ἔτι τοῦτ᾽ ἐν ἔθει:
καὶ πρὸς μὲν τούτους ἀρκεῖ λόγος εἷς παλαιός:
σοὶ μὲν ταῦτα δοκοῦντ᾽ ἔστω, ἐμοὶ δὲ τάδε.'
τοὺς ξυνετοὺς δ᾽ ἄν τις πείσειε τάχιστα λέγων εὖ,
οἵπερ καὶ ῥᾴστης εἰσὶ διδασκαλίας.

ἐπὶ τοῦ σκεύους οὖν εἴρηκεν, φιλότης Μυρτίλε, ῾προήρπασα γάρ σου τὸν λόγον̓ Ἀντιφάνης Βοιωτίῳ II 36 K':'

καλέσας τε παρατίθησιν ἐν παροψίδι.
καὶ Ἄλεξις ἐν Ἡσιόνῃ II 324 K':'
ὡς εἶδε τὴν τράπεζαν ἀνθρώπους δύο
φέροντας εἴσω ποικίλων παροψίδων
κόσμου βρύουσαν, οὐκ ἔτ᾽ εἰς ἔμ᾽ ἔβλεπεν.
καὶ τὰ εἰς Μάγνητα ἀναφερόμενα ποιήσας ἐν Διονύσῳ πρώτῳ I 7 K':'
καὶ ταῦτα μέν μοι τῶν κακῶν παροψίδες.
Ἀχαιὸς δ᾽ ἐν Αἴθωνι σατυρικῷ fr. 7 N':'
κεκερματίσθω δ᾽ ἄλλα μοι παροψίδων
κάθεφθα καὶ κνισηρὰ παραφλογίσματα.
Σωτάδης δ᾽ κωμικὸς Παραλυτρουμένῳ II 449 K':'
παροψὶς εἶναι φαίνομαι τῷ Κρωβύλῳ:
τοῦτον μασᾶται, παρακατεσθίει δ᾽ ἐμέ.
ἀμφιβόλως δ᾽ εἴρηται τὸ παρὰ τῷ Ξενοφῶντι ἐν πρώτῳ Παιδείας c. 3, 4'.' φησὶ γὰρ φιλόσοφος: ‘προσῆγεν αὐτῷ παροψίδας καὶ παντοδαπὰ ἐμβάμματα καὶ βρώματα.' καὶ παρὰ τῷ τὸν Χείρωνα δὲ πεποιηκότι τὸν εἰς Φερεκράτην ἀναφερόμενον I 191 K' 'ἐπὶ ἡδύσματος παροψὶς κεῖται καὶ οὐχ, ὡς Δίδυμος ἐν τῷ περὶ παρεφθορυίας λέξεως p. 19 Sch',' ἐπὶ τοῦ ἀγγείου. φησὶ γάρ:
νὴ τὸν Δί᾽ ... ὥσπερ αἱ παροψίδες
τὴν αἰτίαν ἔχουσ᾽ ἀπὸ τῶν ἡδυσμάτων,
οὓς καλετας ἀξιοῖ τοῦ μηθενός.
Νικοφῶν Σειρῆσιν I 777 K':'
ἀλλᾶς μαχέσθω περὶ ἕδρας παροψίδι.
Ἀριστοφάνης Δαιδάλῳ I 436 K':'
πάσαις γυναιξὶν ἐξ ἑνός γέ του <τρόπου>
ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος.
Πλάτων Ἑορταῖς I 609 K':'
ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες.
περὶ βολβῶν δ᾽ ἀρτύσεως καὶ σκευασίας τὸν λόγον ποιεῖται. οἱ δ᾽ Ἀττικοί, Συραττικὲ Οὐλπιανέ, καὶ ἔμβαμμα λέγουσιν, ὡς Θεόπομπος ἐν Εἰρήνῃ I 735 K':'
μὲν ἄρτος ἡδύ, τὸ δὲ φενακίζειν προσὸν
ἔμβαμμα τοῖς ἄρτοις πονηρὸν γίνεται.

καὶ κωλῆνα δὲ λέγουσι καὶ κωλῆν. Εὔπολις Αὐτολύκῳ I 269 K':'

σκέλη δὲ καὶ κωλῆνες εὐθὺ τοὐρόφου.
Εὐριπίδης Σκίρωνι fr. 678 N':'
οὐδὲ κωλῆνες νεβρῶν.
ἀπὸ δὲ τοῦ κωλέα συνῃρημένον ἐστὶν ὡς συκέα συκῆ, λεοντέα λεοντῆ, κωλέα κωλῆ. Ἀριστοφάνης Πλούτῳ δευτέρῳ 1128':'
οἴμοι δὲ κωλῆς, ἣν ἐγὼ κατήσθιον,
καὶ ἐν Δαιταλεῦσι I 450 K':'
καὶ δελφακίων ἁπαλῶν κωλαῖ καὶ χναυμάτια πτερόεντα.
ἐν δὲ Πελαργοῖς I 504 K':'
κεφαλάς τ᾽ ἀρνῶν κωλᾶς <τ᾽> ἐρίφων.
Πλάτων Γρυψίν I 604 K':' ‘ἰχθῦς, κωλᾶς, φύσκασ᾽. Ἀμειψίας ΚόννῳI 672 K':'
δίδοται μάλισθ᾽ ἱερώσυνα,
κωλῆ, τὸ πλευρὸν, ἡμίκραιρ᾽ ἀριστερά.
Ξενοφῶν Κυνηγετικῷ c. 5, 30':' ‘κωλῆν σαρκώδη, λαγόνας ὑγράς.' καὶ Ξενοφάνης δ᾽ Κολοφώνιος ἐν τοῖς ἐλεγείοις φησί II 114 B4':'
πέμψας γὰρ κωλῆν ἐρίφου σκέλος ἤραο πῖον
ταύρου λαρινοῦ, τίμιον ἀνδρὶ λαχεῖν,
τοῦ κλέος Ἑλλάδα πᾶσαν ἐφίξεται οὐδ᾽ ἀπολήξει,
ἔστ᾽ ἂν ἀοιδάων γένος Ἑλλαδικόν.'

ἑξῆς δὲ τούτων πολλῶν καὶ παντοδαπῶν ἐπιφερομένων ἡμεῖς ἐπισημανούμεθα τὰ μνήμης ἄξια. καὶ γὰρ ὀρνίθων πλῆθος ἦν αἰεὶ καὶ χηνῶν, ἔτι δὲ τῶν νεοσσῶν ὀρνίθων, οὓς ἵππους τινὲς καλοῦσι, καὶ χοίρων καὶ τῶν περισπουδάστων φασιανικῶν ὀρνίθων. περὶ λαχάνων οὖν πρότερον ἐκθέμενός σοι καὶ περὶ τῶν ἄλλων μετὰ ταῦτα διηγήσομαι.

ΓΟΓΓΥΛΙΔΕΣ. ταύτας Ἀπολλᾶς ἐν τῷ περὶ τῶν ἐν Πελοποννήσῳ πόλεων FHG IV 307' 'ὑπὸ Λακεδαιμονίων γάστρας φησὶ καλεῖσθαι. Νίκανδρος δ᾽ Κολοφώνιος ἐν ταῖς Γλώσσαις fr. 132 Schn' 'παρὰ Βοιωτοῖς γάστρας ὀνομάζεσθαι τὰς κράμβας, τὰς δὲ γογγυλίδας ζεκελτίδας: Ἀμερίας δὲ καὶ Τιμαχίδας τὰς κολοκύντας ζεκελτίδας καλεῖσθαι. Σπεύσιππος δ᾽ ἐν δευτέρῳ Ὁμοίωνῥαφανίς, φησί, γογγυλίς, ῥάφυς, ἀνάρρινον ὅμοια.' τὴν δὲ ῥάφυν Γλαῦκος ἐν τῷ Ὀψαρτυτικῷ διὰ τοῦπψιλῶς καλεῖ ῥάπυν. τούτοις δ᾽ οὐδὲν ἄλλο ἐστὶν ὅμοιον εἰ μὴ νῦν προσαγορευομένη βουνιάς. Θεόφραστος δὲ h. pl. 7, 4, 3' 'βουνιάδα μὲν οὐκ ὀνομάζει, ἄρρενα δὲ καλεῖ τινα γογγυλίδα, καὶ ἴσως αὕτη ἐστὶν βουνιάς. Νίκανδρος δ᾽ ἐν τοῖς Γεωργικοῖς τῆς βουνιάδος μνημονεύει fr. 70 Schn':'

γογγυλίδας σπείροις δὲ κυλινδρωτῆς ἐφ᾽ ἅλωος,
ὄφρ᾽ ἂν ἴσαι πλαθάνοισι χαμηλότεραι θαλέθωσι.
βουνιὰς ἀλλ᾽ εἴσω ῥαφάνοις, εἴσω λαθαρωκοι.
γογγυλίδος δισσὴ γὰρ ἰδ᾽ ἐκ ῥαφάνοιο γενέθλη
μακρή τε στιφρή τε φαείνεται ἐν πρασιῇσι.
Κηφισιακῶν δὲ γογγυλίδων μνημονεύει Κράτης ἐν Ῥήτορσιν I 138 K' 'οὕτως:
κηφισιακαῖσι γογγυλίσιν ὅμοια πάνυ.
Θεόφραστος δὲ h. pl. 7, 4, 3' 'γογγυλίδων φησὶν εἶναι γένη δύο, ἄρρεν καὶ θῆλυ: γίνεσθαι δ᾽ ἄμφω ἐκ τοῦ αὐτοῦ σπέρματος. Ποσειδώνιος δ᾽ ἀπὸ τῆς στοᾶς ἐν τῇ ἑβδόμῃ καὶ εἰκοστῇ τῶν ἱστοριῶν FHG III 262' 'περὶ τὴν Δαλματίαν φησὶ γίγνεσθαι γογγυλίδας ἀκηπεύτους καὶ ἀγρίους σταφυλίνους. Δίφιλος δ᾽ Σίφνιος ἰατρὸς γογγυλίς, φησί, λεπτυντική ἐστι καὶ δριμεῖα καὶ δύσπεπτος, ἔτι δὲ πνευματωτική. κρείττων δέ, φησίν, βουνιὰς καθέστηκεν: γλυκυτέρα γάρ ἐστι καὶ πεπτικωτέρα πρὸς τῷ εὐστόμαχος εἶναι καὶ τρόφιμος. δὲ ὀπτωμένη, φησί, γογγυλὶς μᾶλλον πέττεται, περιττότερον δὲ λεπτύνει.' ταύτης μνημονεύει Εὔβουλος ἐν Ἀγκυλίωνι οὕτως II 165 K':'
ὀπτήσιμον γογγυλίδα ταυτηνὶ φέρω.
καὶ Ἄλεξις ἐν Θεοφορήτῳ II 325 K':'
λαλῶ Πτολεμαίῳ γογγυλίδος ὀπτῶν τόμους.
δὲ ταριχευομένη γογγυλὶς λεπτυντικωτέρα ἐστὶ τῆς ἑφθῆς καὶ μάλιστα διὰ νάπυος γινομένη, ὥς φησιν Δίφιλος.

ΚΡΑΜΒΗ. Εὔδημος Ἀθηναῖος ἐν τῷ περὶ λαχάνων κράμβης φησὶν εἶναι γένη τρία, τῆς τε καλουμένης ἁλμυρίδος καὶ λειοφύλλου καὶ σελινούσσης: τῇ δ᾽ ἡδονῇ πρώτην κεκρίσθαι τὴν ἁλμυρίδα. ‘φύεται δ᾽ ἐν Ἐρετρίᾳ καὶ Κύμῃ καὶ Ῥόδῳ, ἔτι δὲ Κνίδῳ καὶ Ἐφέσῳ: δὲ λειόφυλλος ἀνὰ πᾶσαν, φησί, χώραν γίγνεται. δὲ σελινοῦσσα τὴν ὀνομασίαν ἔχει διὰ τὴν οὐλότητα: ἐμφερὴς γάρ ἐστι σελίνῳ καὶ κατὰ τὴν ἄλλην πύκνωσιν.' Θεόφραστος δὲ οὕτως γράφει h. pl. 7, 4, 4':' ‘τῆς δὲ ῥαφάνου ῾λέγω δὲ τὴν κράμβην̓ μέν ἐστιν οὐλόφυλλος, δὲ ἀγρία.' Δίφιλος δ᾽ Σίφνιός φησι: ‘κράμβη δὲ καλλίστη γίνεται καὶ γλυκεῖα ἐν Κύμῃ, ἐν δὲ Ἀλεξανδρείᾳ πικρά. τὸ δ᾽ ἐκ Ῥόδου φερόμενον σπέρμα εἰς Ἀλεξάνδρειαν ἐπὶ ἐνιαυτὸν γλυκεῖαν ποιεῖ τὴν κράμβην, μεθ᾽ ὃν χρόνον πάλιν ἐπιχωριάζει. Νίκανδρος δ᾽ ἐν Γεωργικοῖς fr. 85 Schn.':'

λείη μὲν κράμβη, ὁτὲ δ᾽ ἀγριὰς ἐμπίπτουσα
σπειρομένῃς πολύφυλλος ἐνήβησε πρασιῇσιν
οὔλη καπυροῖσιν ὀραμνῖτις πετάλοισιν
ἐπιφοινίσσουσα καὶ αὐχμηρῇσιν ὁμοίη
βατραχέη κύμη τε κακόχροος, μὲν ἔοικε
πέλμασιν, οἷσι πέδιλα παλίμβολα κασσύουσιν:
ἣν μάντιν λαχάνοισι παλαιόγονοι ἐνέπουσιν.
μήποτε δὲ Νίκανδρος μάντιν κέκληκε τὴν κράμβην ἱερὰν οὖσαν, ἐπεὶ καὶ παρ᾽ Ἱππώνακτι ἐν τοῖς ἰάμβοις ἐστί τι λεγόμενον τοιοῦτον II 475 B':'
δ᾽ ἐξολισθὼν ἱκέτευε τὴν κράμβην
τὴν ἑπτάφυλλον, θύεσκε Πανδώρη
Θαργηλίοισιν ἔγχυτον πρὸ φαρμάκου.
καὶ Ἀνάνιος δέ φησι II 502 B':'
καὶ σὲ πολλὸν ἀνθρώπων
ἐγὼ φιλέω μάλιστα, ναὶ μὰ τὴν κράμβην.
καὶ Τηλεκλείδης Πρυτάνεσιν I 216 K' '‘ναὶ μὰ τὰς κράμβασ᾽ ἔφη. καὶ Ἐπίχαρμος ἐν Γᾷ καὶ Θαλάσσᾳ p. 224 L' '‘ναὶ μὰ τὰν κράμβαν᾽. Εὔπολις Βάπταις I 275 K' '‘ναὶ μὰ τὴν κράμβην᾽. ἐδόκει δὲ Ἰωνικὸς εἶναι ὅρκος: καὶ οὐ παράδοξον εἰ κατὰ τῆς κράμβης τινὲς ὤμνυον, ὁπότε καὶ Ζήνων Κιτιεὺς τῆς στοᾶς κτίστωρ μιμούμενος τὸν κατὰ τῆς κυνὸς ὅρκον Σωκράτους καὶ αὐτὸς ὤμνυε τὴν κάππαριν, ὡς Ἔμπεδός φησιν ἐν Ἀπομνημονεύμασιν FHG IV 403'.'

Ἀθήνησι δὲ καὶ ταῖς τετοκυίαις κράμβη παρεσκευάζετο ὥς τι ἀντιφάρμακον εἰς τροφήν. Ἔφιππος γοῦν ἐν Γηρυόνῃ φησίν II 251 K':'

ἔπειτα πῶς
οὐ στέφανος οὐδείς ἐστι πρόσθε τῶν θυρῶν,
οὐ κνῖσα κρούει ῥινὸς ὑπεροχὰς ἄκρας
Ἀμφιδρομίων ὄντων; ἐν οἷς νομίζεται
ὀπτᾶν τε τυροῦ Χερρονησίτου τόμους
ἕψειν τ᾽ ἐλαίῳ ῥάφανον ἠγλαισμένην
πνίγειν τε παχέων ἀρνίων στηθύνια
τίλλειν τε φάττας καὶ κίχλας ὁμοῦ σπίνοις
κοινῇ τε χναύειν τευθίσιν σηπίδια
πιλεῖν τε πολλὰς πλεκτάνας ἐπιστρεφῶς
πίνειν τε πολλὰς κύλικας εὐζωρεστέρας.
Ἀντιφάνης δ᾽ ἐν Παρασίτῳ ὡς εὐτελοῦς βρώματος τῆς κράμβης μέμνηται ἐν τούτοις II 86 K':'
οἷα δ᾽ ἐστὶν οἶσθα νῦν:
ἄρτοι, σκόροδα, τυρός, πλακοῦντες, πράγματα
ἐλευθέρι᾽, οὐ τάριχος οὐδ᾽ ἡδύσμασιν
ἄρνεια καταπεπασμέν᾽ οὐδὲ θρυμματὶς
τεταραγμένη καὶ λοπάδες ἀνθρώπων φθοραί.
καὶ μὴν ῥαφάνους γ᾽ ἕψουσι λιπαράς, θεοί,
ἔτνος θ᾽ ἅμ᾽ αὐταῖς πίσινον.
Δίφιλος δ᾽ ἐν Ἀπλήστῳ II 544 K':'
ἥκει φερόμεν᾽ αὐτόματα πάντα τἀγαθά,
ῥάφανος λιπαρά, σπλαγχνίδια πολλά, σαρκία
ἁπαλώτατ᾽, οὐδὲν μὰ Δία τοῖς ἐμοῖς βλίτοις
ὅμοια πράγματ᾽ οὐδὲ ταῖς .......
θλασταῖς ἐλάαις.
Ἀλκαῖος Παλαίστρᾳ I 762 K':'
ἤδη δ᾽ ἧψε χύτραν ῥαφάνων.
Πολύζηλος δ᾽ ἐν Μουσῶν γοναῖς κράμβας αὐτὰς ὀνομάζων φησί I 792 K':'
ὑψιπέταλοί τε κράμβαι συχναί.

ΣΕΥΤΛΑ. τούτων φησὶν Θεόφραστος h. pl. 7, 4, 4' 'εὐχυλότερον εἶναι τὸ λευκὸν τοῦ μέλανος καὶ ὀλιγοσπερμότερον καὶ καλεῖσθαι Σικελικόν. ‘ δὲ σευτλὶς ἕτερον, φησί, τοῦ τεύτλου ἐστί.' διὸ καὶ Δίφιλος κωμῳδιοποιὸς ἐν Ἥρωι δράματι II 557 K' 'ἐπιτιμᾷ τινι ὡς κακῶς λέγοντι καὶτὰ τεῦτλα τευτλίδας καλῶν᾽. Εὔδημος δ᾽ ἐν τῷ περὶ λαχάνων δ# γένη φησὶν εἶναι τεύτλων, σπαστόν, καυλωτόν, λευκόν, πάνδημον: τοῦτο δ᾽ εἶναι τῇ χρόᾳ φαιόν. Δίφιλος δ᾽ Σίφνιος τὸ σευτλίον φησὶν εὐχυλότερον εἶναι τῆς κράμβης καὶ θρεπτικώτερον μετρίως: ἐκζεστὸν δὲ καὶ λαμβανόμενον μετὰ νάπυος λεπτυντικώτερον εἶναι καὶ ἑλμίνθων φθαρτικόν. εὐκοιλιώτερον δὲ τὸ λευκόν, τὸ δὲ μέλαν οὐρητικώτερον. ὑπάρχειν δ᾽ αὐτῶν καὶ τὰς ῥίζας εὐστομωτέρας καὶ πολυτροφωτέρας.

ΣΤΑΦΥΛΙΝΟΣ. ‘οὗτος δριμύς ἐστι, φησὶν Δίφιλος, ἱκανῶς δὲ θρεπτικὸς καὶ εὐστόμαχος μέσως διαχωρητικός τε καὶ πνευματώδης, δύσπεπτος, οὐρητικὸς ἱκανῶς, διεγερτικὸς πρὸς ἀφροδίσια: διὸ καὶ ὑπ᾽ ἐνίων φίλτρον καλεῖται.' Νουμήνιος δ᾽ ἐν τῷ Ἁλιευτικῷ φησι:

φύλλων δ᾽ ὅσσ᾽ ἄσπαρτα τά τ᾽ ἐρρίζωται ἀρούραις
χείματος ἠδ᾽ ὁπόταν πολυάνθεμον εἶαρ ἵκηται,
αὐχμηρὴν σκόλυμόν τε καὶ ἀγριάδα σταφυλῖνον,
ῥάφιν τ᾽ ἔμπεδον καὶ καυκαλίδ᾽ ἀγροιῶτιν.
Νίκανδρος δ᾽ ἐν δευτέρῳ Γεωργικῶν φησιν fr. 71 Schn':'
ἐν δέ τε καὶ μαράθου καυλὸς βαθύς, ἐν δέ τε ῥίζαι
πετραίου, σὺν δ᾽ αὐτὸς ἐπαυχμήεις σταφυλῖνος,
σμυρνεῖον σόγκος τε κυνόγλωσσός τε σέρις τε:
σὺν καὶ ἄρου δριμεῖα καταψήχοιο πέτηλα
ἠδ᾽ ὅπερ ὄρνιθος κλέεται γάλα.
μνημονεύει τοῦ σταφυλίνου καὶ Θεόφραστος. Φαινίας δ᾽ ἐν ε# περὶ φυτῶν γράφει οὕτως: ‘κατὰ δὲ τὴν αὐτοῦ τοῦ σπέρματος φύσιν καλούμενος σὴψ καὶ τὸ τοῦ σταφυλίνου σπέρμα.' κἀν τῷ πρώτῳ δέ φησι: ‘πετασώδη τὴν τῶν σπερμάτων ἀπείληφε φύσιν ἄννησον, μάραθον, σταφυλῖνος, καυκαλίς, κώνειον, κόριον, σκίλλα, ἣν ἔνιοι μυηφόνον.' ἐπεὶ δὲ ἄρου ἐμνημόνευσεν Νίκανδρος, προσαποδοτέον ὅτι καὶ Φαινίας ἐν τῷ προειρημένῳ βιβλίῳ γράφει οὕτως: ‘δρακόντιον, ἔνιοι ἄρον ἀρωνια.' τὸν δὲ σταφυλῖνον Διοκλῆς ἐν πρώτῳ Ὑγιεινῶν ἀσταφυλῖνον καλεῖ. τὸ δὲ καρτὸν καλούμενον ῾μέγας δ᾽ ἐστὶν καὶ εὐαυξὴς σταφυλῖνος᾿ εὐχυλότερόν ἐστι τοῦ σταφυλίνου καὶ μᾶλλον θερμαντικώτερον, οὐρητικώτερον, εὐστόμαχον, εὐοικονόμητον, ὡς Δίφιλος ἱστορεῖ.

ΚΕΦΑΛΩΤΟΝ. τοῦτο καὶ πράσιον καλεῖσθαί φησιν αὐτὸς Δίφιλος καὶ εὐχυλότερον εἶναι τοῦ καρτοῦ. εἶναι δὲ καὶ αὐτὸ μέσως λεπτυντικόν, θρεπτικόν τε καὶ πνευματῶδες. Ἐπαίνετος δ᾽ ἐν Ὀψαρτυτικῷ τὰ κεφαλωτὰ καλεῖσθαί φησι γηθυλλίδας. τοῦτο δὲ τὸ ὄνομα μνήμης εὑρίσκω τετυχηκὸς παρὰ μὲν Εὐβούλῳ ἐν Πορνοβοσκῷ οὕτως II 195 K':'

οὐκ ἂν δυναίμην ἐμφαγεῖν ἄρτον τινά:
παρὰ Γναθαινίῳ γὰρ ἄρτι κατέφαγον,
ἕψουσαν αὐτὴν καταλαβὼν γηθυλλίδας.
οἳ δὲ τὸ γήθυον καλούμενον τοῦτό φασιν εἶναι, οὗ μνημονεύει Φρύνιχος ἐν Κρόνῳ I 373 K':' ὅπερ ἐξηγούμενος δρᾶμα Δίδυμος ὅμοιά φησιν εἶναι τὰ γήθυα τοῖς λεγομένοις ἀμπελοπράσοις, τὰ δ᾽ αὐτὰ καὶ γηθυλλίδας λέγεσθαι. μνημονεύει τῶν γηθυλλίδων καὶ Ἐπίχαρμος ἐν Φιλοκτήτῃ οὕτως p. 253 L':' ‘ἐν δὲ σκόροδα δύο καὶ γαθυλλίδες δύο.' Ἀριστοφάνης Αἰολοσίκωνι δευτέρῳ I 393 K':'
τῶν δὲ γηθύων
ῥίζας ἐχούσας σκοροδομίμητον φύσιν.
Πολέμων δ᾽ περιηγητὴς ἐν τῷ περὶ Σαμοθρᾴκης fr. 36 Pr' 'καὶ κιττῆσαί φησι τῆς γηθυλλίδος τὴν Λητώ, γράφων οὕτως: ‘διατέτακται παρὰ Δελφοῖς τῇ θυσίᾳ τῶν Θεοξενίων, ὃς ἂν κομίσῃ γηθυλλίδα μεγίστην τῇ Λητοῖ, λαμβάνειν μοῖραν ἀπὸ τῆς τραπέζης. ἑώρακα δὲ καὶ αὐτὸς οὐκ ἐλάττω γηθυλλίδα γογγυλίδος καὶ τῆς στρογγύλης ῥαφανῖδος. ἱστοροῦσι δὲ τὴν Λητὼ κύουσαν τὸν Ἀπόλλωνα κιττῆσαι γηθυλλίδος: διὸ δὴ τῆς τιμῆς τετυχηκέναι ταύτης.'

ΚΟΛΟΚΥΝΤΗ. χειμῶνος δὲ ὥρᾳ ποτὲ κολοκυντῶν ἡμῖν περιενεχθεισῶν πάντες ἐθαυμάζομεν νεαρὰς εἶναι νομίζοντες, καὶ ὑπεμιμνησκόμεθα ὧν ἐν Ὥραις χαρίεις Ἀριστοφάνης εἶπεν ἐπαινῶν τὰς καλὰς Ἀθήνας ἐν τούτοις I 536 K':'

ὄψει δὲ χειμῶνος μέσου σικυούς, βότρυς, ὀπώραν,
στεφάνους ἴων, ....., κονιορτὸν ἐκτυφλοῦντα.
αὑτὸς δ᾽ ἀνὴρ πωλεῖ κίχλας, ἀπίους, σχαδόνας, ἐλάας,
πυόν, χόρια, χελιδόνια, τέττιγας, ἐμβρύεια.
ὑρίσους δ᾽ ἴδοις ἂν νιφομένους σύκων ὁμοῦ τε μύρτων:
ἔπειτα κολοκύντας ὁμοῦ ταῖς γογγυλίσιν ἀροῦσιν,
ὥστ᾽ οὐκ ἔτ᾽ οὐδεὶς οἶδ᾽ ὁπηνίκ᾽ ἐστὶ τοὐνιαυτοῦ.
.... μέγιστον ἀγαθόν, εἴπερ ἔστι δι᾽ ἐνιαυτοῦ
ὅτου τις ἐπιθυμεῖ λαβεῖν. Β. κακὸν μὲν οὖν μέγιστον:
εἰ μὴ γὰρ ἦν, οὐκ ἂν ἐπεθύμουν οὐδ᾽ ἂν ἐδαπανῶντο.
ἐγὼ δὲ τοῦτ᾽ ὀλίγον χρόνον χρήσας ἀφειλόμην ἄν.
Α. κἄγωγε ταῖς ἄλλαις πόλεσι δρῶ ταῦτα πλὴν Ἀθηνῶν.
τούτοις δ᾽ ὑπάρχει ταῦτ᾽, ἐπειδὴ %5 τοὺς θεοὺς σέβουσιν.
Β. ἀπέλαυσαν ἄρα σέβοντες ὑμᾶς, ὡς σὺ φής, τιητί;
Αἴγυπτον αὐτῶν τὴν πόλιν πεποίηκας ἀντ᾽ Ἀθηνῶν.
ἐθαυμάζομεν οὖν τὰς κολοκύντας μηνὶ Ἰανουαρίῳ ἐσθίοντες: χλωραί τε γὰρ ἦσαν καὶ τὸ ἴδιον ἀπεδίδοσαν τοῦ χυμοῦ. ἐτύγχανον δ᾽ οὖσαι τῶν συντεθειμένων ὑπὸ τῶν τὰ τοιαῦτα μαγγανεύειν εἰδότων ὀψαρτυτῶν. ἐζήτει οὖν Λαρήνσιος εἰ καὶ τὴν χρῆσιν ταύτην ἠπίσταντο οἱ ἀρχαῖοι. καὶ Οὐλπιανὸς ἔφη: ‘Νίκανδρος Κολοφώνιος ἐν τῷ δευτέρῳ τῶν Γεωργικῶν μνημονεύει ταύτης τῆς χρήσεως σικύας ὀνομάζων τὰς κολοκύντας: οὕτως γὰρ ἐκαλοῦντο, ὡς πρότερον εἰρήκαμεν: λέγει δ᾽ οὕτως fr. 72 Schn':'
αὐτὰς μὴν σικύας τμήγων ἀνὰ κλώσμασι πείραις,
ἠέρι δὲ ξήρανον: ἐπεγκρεμάσαιο δὲ καπνῷ,
χείμασιν ὄφρ᾽ ἂν δμῶες ἅλις περιχανδέα χύτρον
πλήσαντες ῥοφέωσιν ἀεργέες, ἔνθα τε μέτρια
ὄσπρια πανσπερμηδὸν ἐπεγχεύῃσιν ἀλετρίς.
τῇ ἔνι μὲν σικύης ὅρμους βάλον ἐκπλύναντες,
ἐν δὲ μύκην σειράς τε πάλαι λαχάνοισι πλακείσας
αὐλοτέροις καυλοῖς τε μιγήμεναι εὐφαοριζη.'

ΟΡΝΕΙΣ. ἐπεὶ δὲ καὶ ὄρνεις ἐπῆσαν ταῖς κολοκύνταις καὶ ἄλλοις κνιστοῖς λαχάνοις ῾οὕτως δ᾽ εἴρηκεν Ἀριστοφάνης ἐν Δηλίᾳ I 592. II 43 K' 'τὰ σύγκοπτα λάχανα, κνιστὰ στέμφυλἀ, Μυρτίλος ἔφη: ‘ἀλλὰ μὴν καὶ ὄρνιθας καὶ ὀρνίθια νῦν μόνως συνήθεια καλεῖ τὰς θηλείας, ὧν ὁρῶ περιφερόμενον πλῆθος ῾καὶ Χρύσιππος δ᾽ φιλόσοφος ἐν τῷ πέμπτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς γράφει οὕτως: ‘καθάπερ τινὲς τὰς λευκὰς ὄρνιθας τῶν μελαινῶν ἡδίους εἶναι μᾶλλον, ἀλεκτρυόνας δὲ καὶ ἀλεκτοριδέας τοὺς ἄρρενας: τῶν ἀρχαίων δὲ τὸ ὄρνις καὶ ἀρσενικῶς καὶ θηλυκῶς λεγόντων ἐπ᾽ ἄλλων ὀρνέων, οὐ περὶ τούτου τοῦ εἰδικοῦ, περὶ οὗ φησιν συνήθεια ὄρνιθας ὠνήσασθαι. Ὅμηρος μὲν οὖν φησι:

ὄρνιθες δέ τε πολλοὶ ὑπ᾽ αὐγὰς ἠελίοιο.

καὶ ἀλλαχόθι θηλυκῶς Il. 14.290' '‘ὄρνιθι λιγυρῇ.' καί :

ὡς δ᾽ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι
μάστακ᾽, ἐπεί κε λάβῃσι, κακῶς δέ τέ οἱ πέλει αὐτῇ.

Μένανδρος δ᾽ ἐν Ἐπικλήρῳ πρώτῃ σαφῶς τὸ ἐπὶ τῆς συνηθείας φησὶν ἐμφανίζων οὕτως IV 118 M':' ‘ἀλεκτρυών τις ἐκεκράγει μέγα. οὐ σοβήσετ᾽ ἔξω, φησί, τὰς ὄρνιθας ἀφ᾽ ἡμῶν; καὶ πάλιν:
αὕτη ποτ᾽ ἐξεσόβησε τὰς ὄρνις μόλις.
ὀρνίθια δ᾽ εἴρηκε Κρατῖνος ἐν Νεμέσει οὕτως I 50 K':' ‘τἄλλα πάντ᾽ ὀρνίθια.' ἐπὶ δὲ τοῦ ἀρσενικοῦ οὐ μόνον ὄρνιν ἀλλὰ καὶ ὄρνιθα. αὐτὸς Κρατῖνος ἐν τῷ αὐτῷ δράματι: ‘ὄρνιθα φοινικόπτερον.' καὶ πάλιν I 48 K':'
ὄρνιθα τοίνυν δεῖ σε γίγνεσθαι μέγαν.
καὶ Σοφοκλῆς Ἀντηνορίδαις fr. 134 N':'
ὄρνιθα καὶ κήρυκα καὶ διάκονον.
Αἰσχύλος Καβείροις fr. 90 N':'
ὄρνιθα δ᾽ οὐ ποιῶ σε τῆς ἐμῆς ὁδοῦ.
Ξενοφῶν δ᾽ ἐν δευτέρῳ Παιδείας I 6, 39':' ‘ἐπὶ μὲν τοὺς ὄρνιθας τῷ ἰσχυροτάτῳ χειμῶνι.' Μένανδρος Διδύμαις IV 104 M':' ‘ὄρνεις φέρων ἐλήλυθα.' καὶ ἑξῆςὄρνιθας ἀποστέλλει᾽ φησίν. ὅτι δὲ καὶ ἐπὶ τοῦ πληθυντικοῦ ὄρνις λέγουσι πρόκειται τὸ Μενάνδρειον μαρτύριον Litt. c':' ἀλλὰ καὶ Ἀλκμάν πού φησι fr. 28 B4':'
ἄυσαν δ᾽ ἄπρακτα νεάνιδες
ὥστ᾽ ὄρνις ἱέρακος ὑπερπταμένω.
καὶ Εὔπολις ἐν Δήμοις I 283 K':'
οὐ δεινὸν οὖν κριοὺς μὲν ἐκγεννᾶν τέκνα
ὄρνις θ᾽ ὁμοίους τοὺς νεοττοὺς τῷ πατρί;

τὸν δ᾽ ἀλεκτρυόνα ἐκ τῶν ἐναντίων οἱ ἀρχαῖοι καὶ θηλυκῶς εἰρήκασι. Κρατῖνος Νεμέσει I 48 K':'

Λήδα, σὸν ἔργον: δεῖ σ᾽ ὅπως εὐσχήμονος
ἀλεκτρυόνος μηδὲν διοίσει τοὺς τρόπους,
ἐπὶ τῷδ᾽ ἐπῴζουσ᾽, ὡς ἂν ἐκλέψῃς καλὸν
ἡμῖν τι καὶ θαυμαστὸν ἐκ τοῦδ᾽ ὄρνεον.
Στράττις Ψυχασταῖς I 728 K':'
αἱ δ᾽ ἀλεκτρυόνες ἅπασαι
καὶ τὰ χοιρίδια τέθνηκε
καὶ τὰ μίκρ᾽ ὀρνίθια.
Ἀναξανδρίδης Τηρεῖ II 156 K':'
ὀχευομένους δὲ τοὺς κάπρους
καὶ τὰς ἀλεκτρυόνας θεωροῦσ᾽ ἄσμενοι.
ἐπεὶ δὲ τοῦ κωμικοῦ τούτου ἐμνήσθην καὶ οἶδα τὸ δρᾶμα τὸν Τηρέα αὐτοῦ μὴ κεκριμένον ἐν τοῖς πρώτοις, ἐκθήσομαι ὑμῖν, ἄνδρες φίλοι, εἰς κρίσιν εἴρηκε περὶ αὐτοῦ Χαμαιλέων Ἡρακλεώτης ἐν ἕκτῳ περὶ κωμῳδίας fr. 17 Koepke' 'γράφων ὧδε: ‘Ἀναξανδρίδης διδάσκων ποτὲ διθύραμβον Ἀθήνησιν εἰσῆλθεν ἐφ᾽ ἵππου καὶ ἀπήγγειλέν τι τῶν ἐκ τοῦ ᾁσματος. ἦν δὲ τὴν ὄψιν καλὸς καὶ μέγας καὶ κόμην ἔτρεφε καὶ ἐφόρει ἁλουργίδα καὶ κράσπεδα χρυσᾶ. πικρὸς δ᾽ ὢν τὸ ἦθος ἐποίει τι τοιοῦτο περὶ τὰς κωμῳδίας: ὅτε γὰρ μὴ νικῴη, λαμβάνων ἔδωκεν εἰς τὸν λιβανωτὸν κατατεμεῖν καὶ οὐ μετεσκεύαζεν ὥσπερ οἱ πολλοί. καὶ πολλὰ ἔχοντα κομψῶς τῶν δραμάτων ἠφάνιζε, δυσκολαίνων τοῖς θεαταῖς διὰ τὸ γῆρας.' λέγεται δ᾽ εἶναι τὸ γένος Ῥόδιος ἐκ Καμίρου. θαυμάζω οὖν πῶς καὶ Τηρεὺς περιεσώθη μὴ τυχὼν νίκης καὶ ἄλλα δράματα τῶν ὁμοίων τοῦ αὐτοῦ. καὶ Θεόπομπος δὲ ἐν Εἰρήνῃ ἐπὶ τῆς θηλείας ἔταξε τὸν ἀλεκτρυόνα λέγων οὕτως I 735 K':'
ἄχθομαι δ᾽ ἀπολωλεκὼς
ἀλεκτρυόνα τίκτουσαν ᾠὰ πάγκαλα.
καὶ Ἀριστοφάνης Δαιδάλῳ I 435 K':'
ᾠὸν μέγιστον τέτοκεν, ὡς ἀλεκτρυών.
καὶ πάλιν:
πολλαὶ τῶν ἀλεκτρυόνων βίᾳ
ὑπηνέμια τίκτουσιν ᾠὰ πολλάκις.
ἐν δὲ Νεφέλαις διδάσκων τὸν πρεσβύτην περὶ ὀνόματος διαφορᾶς φησι 665':'
νῦν δὲ πῶς με χρὴ καλεῖν;
Β. ἀλεκτρύαιναν, τὸν δ᾽ ἕτερον ἀλέκτορα.
λέγεται δὲ καὶ ἀλεκτορὶς καὶ ἀλέκτωρ. Σιμωνίδηςἱμερόφων᾽ ἀλέκτωρ᾽ ἔφη fr. 80 B'.' Κρατῖνος Ὥραις I 91 K':'
ὥσπερ Περσικὸς ὥραν πᾶσαν καναχῶν ὁλόφωνος
ἀλέκτωρ.
εἴρηται δ᾽ οὕτως ἐπειδὴ καὶ ἐκ τοῦ λέκτρου ἡμᾶς διεγείρει. οἱ δὲ Δωριεῖς λέγοντες ὄρνιξ τὴν γενικὴν διὰ τοῦχλέγουσιν ὄρνιχος. Ἀλκμὰν δὲ διὰ τοῦς1〉 τὴν εὐθεῖαν ἐκφέρει fr. 26, 4 B4':' ‘ἁλιπόρφυρος εἴαρος ὄρνις.' καὶ τὴν γενικήν fr. 67':' ‘οἶδα δ᾽ ὀρνίχων νόμως πάντων.'

ΔΕΛΦΑΞ. Ἐπίχαρμος τὸν ἄρρενα χοῖρον οὕτως καλεῖ ἐν Ὀδυσσεῖ αὐτομόλῳ p. 247 L':'

δέλφακά τε τῶν γειτόνων
τοῖς Ἐλευσινίοις φυλάσσων δαιμονίως ἀπώλεσα
οὐχ ἑκών: καὶ ταῦτα δή με συμβολατεύειν ἔφα
τοῖς Ἀχαιοῖσιν προδιδόμειν τ᾽ ὤμνυέ με τὸν δέλφακα.
καὶ Ἀναξίλας δ᾽ ἐν Κίρκῃ καὶ ἀρσενικῶς εἴρηκε τὸν δέλφακα καὶ ἐπὶ τοῦ τελείου τέθεικε τοὔνομα εἰπών II 266 K':'
τοὺς μὲν ὀρεινόμους ὑμῶν ποιήσει δέλφακας ὑλιβάτους,
τοὺς δὲ πάνθηρας, ἄλλους ἀγρώστας λύκους,
λέοντας.
ἐπὶ δὲ τῶν θηλειῶν τοὔνομα τάττει Ἀριστοφάνης Ταγηνισταῖς I 522 K' '‘ δέλφακος ὀπωρινῆς ἠτριαῖον᾽. καὶ ἐν Ἀχαρνεῦσιν v. 786':'
νέα γάρ ἐστιν: ἀλλὰ δελφακουμένα
ἕξει μεγάλην τε καὶ παχεῖαν κἠρυθράν.
ἀλλ᾽ αἰ τράφεν λῇς, ἅδε τοι χοῖρος καλά.
καὶ Εὔπολις ἐν Χρυσῷ γένει. καὶ Ἱππῶναξ δ᾽ ἔφη fr. 70b B' '‘ὡς Ἐφεσίη δέλφαξ᾽. κυρίως δ᾽ αἱ θήλειαι οὕτως λεχθεῖεν ἂν αἱ δελφύας ἔχουσαι: οὕτως δὲ αἱ μῆτραι καλοῦνται καὶ οἱ ἀδελφοὶ ἔνθεν ἐτυμολογοῦνται. περὶ δὲ τῆς ἡλικίας τοῦ ζῴου Κρατῖνός φησιν ἐν Ἀρχιλόχοις I 12 K':'
ἤδη δέλφακες, χοῖροι δὲ τοῖσιν ἄλλοις.
Ἀριστοφάνης δ᾽ γραμματικὸς ἐν τῷ περὶ ἡλικιῶν φησι p. 102 N':' ‘τῶν δὲ συῶν τὰ μὲν ἤδη συμπεπηγότα δέλφακες, τὰ δ᾽ ἁπαλὰ καὶ ἔνικμα χοῖροι. ἔνθεν τὸ Ὁμηρικὸν σαφὲς γίνεται:

τά τε δμώεσσι πάρεστι
χοίρε᾽, ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσι.'

Πλάτων δ᾽ κωμῳδιοποιὸς ἐν Ποιητῇ ἀρρενικῶς ἔφη I 631 K' '‘τὸν δέλφακα ἀπῆγε σιγῇ᾽. ἦν δὲ καὶ παλαιὸς νόμος, ὥς φησιν Ἀνδροτίων FHG I 375',' τῆς ἐπιγονῆς ἕνεκα τῶν θρεμμάτων μὴ σφάττειν πρόβατον ἄπεκτον ἄτοκον: διὸ τὰ ἤδη τέλεια ἤσθιον:
ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσι Od. 14.81'.'
καὶ νῦν δὲ τὴν τῆς Ἀθηνᾶς ἱέρειαν οὐ θύειν ἀμνὴν οὐδὲ τυροῦ γεύεσθαι. καὶ κατὰ χρόνον δέ τινα ἐκλιπόντων τῶν βοῶν, φησὶν Φιλόχορος FHG I 394',' νομοθετηθῆναι διὰ τὴν σπάνιν ἀπέχεσθαι αὐτοὺς τῶν ζῴων, συνάγειν βουλομένους καὶ πληθῦσαι τῷ μὴ καταθύεσθαι. χοῖρον δ᾽ οἱ Ἴωνες καλοῦσι τὴν θήλειαν, ὡς Ἱππῶναξ fr. 40 B4':'
σπονδῇ τε καὶ σπλάγχνοισιν ἀγρίης χοίρου.
καὶ Σοφοκλῆς Ἐπιταιναρίοις fr. 211 N':'
τοιγὰρ ϊωδὴ φυλάξαι χοῖρος ὥστε δεσμίων.
Πτολεμαῖος δ᾽ τῆς Αἰγύπτου βασιλεὺς ἐν τῷ ἐνάτῳ τῶν ἀπομνημονευμάτων FHG III 188' '‘εἰς Ἄσσον, φησίν, ἐπιδημήσαντί μοι οἱ Ἄσσιοι παρέστησαν χοῖρον [ὑιον] ἔχοντα τὸ μὲν ὕψος δύο καὶ ἡμίσους πήχεων, ὅλον δ᾽ ἄρτιον πρὸς τὸ μῆκος, τῇ χροιᾷ χιόνινον. ἔφασάν τε τὸν βασιλέα Εὐμένη τὰ τοιαῦτα ἐπιμελῶς ὠνεῖσθαι παρ᾽ αὐτῶν, διδόντα τοῦ ἑνὸς δραχμὰς τετρακισχιλίας.' Αἰσχύλος δέ φησιν fr. 302 N':'
ἐγὼ δὲ χοῖρον καὶ μάλ᾽ εὐθηλούμενον
τόνδ᾽ ἐν νοτοῦντι κριβάνῳ θήσω. τί γὰρ
ὄψον γένοιτ᾽ ἂν ἀνδρὶ τοῦδε βέλτιον;
καὶ πάλιν fr. 303 N':'
λευκός: τί δ᾽ οὐχί; καὶ καλῶς ἠφευμένος:
χοῖρος ἕψου μηδὲ λυπηθῇς πυρί.
καὶ ἔτι fr. 304 N':'
θύσας δὲ χοῖρον τόνδε τῆς αὐτῆς ὑός,
πολλά μ᾽ ἐν δόμοισιν εἴργασται κακά,
δονοῦσα καὶ τρέπουσα τύρβ᾽ ἄνω κάτω.
ταῦτα δὲ παρέθετο Χαμαιλέων ἐν τῷ περὶ Αἰσχύλου fr. 23 Koepke'.'

περὶ δὲ ὑῶν ὅτι ἱερόν ἐστι τὸ ζῷον παρὰ Κρησὶν Ἀγαθοκλῆς Βαβυλώνιος ἐν πρώτῳ περὶ Κυζίκου φησὶν οὕτως FHG IV 289':' ‘μυθεύουσιν ἐν Κρήτῃ γενέσθαι τὴν Διὸς τέκνωσιν ἐπὶ τῆς Δίκτης, ἐν καὶ ἀπόρρητος γίνεται θυσία. λέγεται γὰρ ὡς ἄρα Διὶ θηλὴν ὑπέσχεν ὗς καὶ τῷ σφετέρῳ γρυσμῷ περιοιχνεῦσα τὸν κνυζηθμὸν τοῦ βρέφεος ἀνεπάιστον τοῖς παριοῦσιν ἐτίθει. διὸ πάντες τὸ ζῷον τοῦτο περίσεπτον ἡγοῦνται καὶ οὐκ ἄν, φησί, τῶν κρεῶν δαίσαιντο. Πραίσιοι δὲ καὶ ἱερὰ ῥέζουσιν ὑί, καὶ αὕτη προτελὴς αὐτοῖς θυσία νενόμισται.' τὰ παραπλήσια ἱστορεῖ καὶ Νεάνθης Κυζικηνὸς ἐν δευτέρῳ περὶ τελετῆς FHG III 8'.' πεταλίδων συῶν μνημονεύει Ἀχαιὸς Ἐρετριεὺς ἐν Αἴθωνι σατυρικῷ λέγων οὕτως fr. 8 N' '‘πεταλίδων δέ τοι συῶν ... μορφαῖς ταῖσδε πόλλ᾽ ἐπάιον᾽. πεταλίδας δ᾽ αὐτὰς εἴρηκε μεταφέρων ἀπὸ τῶν μόσχων: οὗτοι γὰρ πέτηλοι λέγονται ἀπὸ τῶν κεράτων, ὅταν αὐτὰ ἐκπέταλα ἔχωσι. παραπλησίως δὲ τῷ Ἀχαιῷ καὶ Ἐρατοσθένης ἐν Ἀντερινύι fr. 25 Hi' 'τοὺς σύας λαρινοὺς προσηγόρευσε μεταγαγὼν καὶ αὐτὸς ἀπὸ τῶν λαρινῶν βοῶν: οἳ οὕτως ἐκλήθησαν ἤτοι ἀπὸ τοῦ λαρινεύεσθαι ῾ὅπερ ἐστὶ σιτίζεσθαι. Σώφρων fr. 106 Bo':' ‘βόες δὲ λαρινεύονται ἀπό τινος κώμης Ἠπειρωτικῆς Λαρίνης ἀπὸ τοῦ βουκολοῦντος αὐτάς: Λαρῖνος δ᾽ οὗτος ἐκαλεῖτο.

εἰσαχθέντος δὲ ἡμῖν ποτε καὶ δέλφακος, οὗ τὸ μὲν ἥμισυ κραμβαλέον ἦν ἐπιμελῶς πεποιημένον, τὸ δὲ ἥμισυ ὡς ἂν ἐξ ὕδατος ἡψημένον τακερῶς, καὶ πάντων θαυμαζόντων τοῦ μαγείρου τὴν σοφίαν, μέγα φρονῶν ἐκεῖνος ἐπὶ τῇ τέχνῃ ἔφη: ‘ἀλλὰ μὴν οὐδὲ τὴν σφαγὴν ἔχει τις ὑμῶν ἐπιδεῖξαι ὅπου ἐγένετο πῶς αὐτοῦ γαστὴρ πεπλήρωται παντοίων ἀγαθῶν. καὶ γὰρ κίχλας ἐν ἑαυτῷ ἔχει καὶ ἄλλα ὀρνίθια ὑπογαστρίων τε μέρη χοιρείων καὶ μήτρας τόμους καὶ τῶν ᾠῶν τὰ χρυσᾶ, ἔτι δὲ ὀρνίθωνγαστέρες αὐταῖσι μήτραις καὶ καλῶν ζωμῶν πλέεσ᾽ com. inc. IV 606 M' 'καὶ τὰ ἐκ τῶν σαρκῶν εἰς λεπτὰ κατακνιζόμενα καὶ μετὰ πεπερίδων συμπλαττόμενα: ἰσίκια γὰρὀνομάζειν αἰδοῦμαι᾽ Eur. Or. 37' 'τὸν Οὐλπιανόν, καίπερ αὐτὸν εἰδὼς ἡδέως αὐτοῖς χρώμενον. πλὴν ἐμός γε συγγραφεὺς Πάξαμος FHG IV 472' 'τῶν ἰσικίων μέμνηται. καὶ οὔ μοι φροντὶς Ἀττικῶν χρήσεων. ὑμεῖς οὖν ἐπιδείξατε πῶς τε χοῖρος ἐσφάγη καὶ πῶς ἐξ ἡμισείας μέν ἐστιν ὀπτός, ἑφθὸς δὲ κατὰ θάτερα.' ἔτ᾽ οὖν ἡμῶν ἀναζητούντων μάγειρος ἔφη: ‘ἀλλ᾽ νομίζετέ με ἔλαττον πεπαιδεῦσθαι τῶν ἀρχαίων ἐκείνων μαγείρων περὶ ὧν οἱ κωμῳδιοποιοὶ λέγουσι; Ποσείδιππος μὲν ἐν Χορευούσαις: μάγειρος δ᾽ ἐστὶν λέγων πρὸς τοὺς μαθητὰς τάδε IV 521 M':'

μαθητὰ Λεύκων οἵ τε συνδιάκονοι
ὑμεῖς: ἅπας γάρ ἐστιν οἰκεῖος τόπος
ὑπὲρ τέχνης λαλεῖν τι: τῶν ἡδυσμάτων
πάντων κράτιστόν ἐστιν ἐν μαγειρικῇ
ἀλαζονεία: τὸ καθ᾽ ὅλου δὲ τῶν τεχνῶν
ὄψει σχεδόν τι .... τοῦθ᾽ ἡγούμενον.
ξεναγὸς οὗτος ὅστις ἂν θώρακ᾽ ἔχῃ
φολιδωτὸν δράκοντα σεσιδηρωμένον,
ἐφάνη Βριάρεως: ἂν τύχῃ δ᾽, ἐστὶν λαγώς.
μάγειρος ἂν μὲν ὑποδιακόνους ἔχων
πρὸς τὸν ἰδιώτην καὶ μαθητὰς εἰσίῃ,
κυμινοπρίστας πάντας λιμοὺς καλῶν,
ἔπτηξ᾽ ἕκαστος εὐθύς. ἂν δ᾽ ἀληθινὸν
σαυτὸν παραβάλλῃς, καὶ προσεκδαρεὶς ἄπει.
ὅπερ οὖν ὑπεθέμην, τῷ κενῷ χώραν δίδου,
καὶ τὰ στόμια γίνωσκε τῶν κεκλημένων.
ὥσπερ γὰρ εἰς τἀμπόρια, τῆς τέχνης πέρας
τοῦτ᾽ ἔστιν, ἂν εὖ προσδράμῃς πρὸς τὸ στόμα.
διακονοῦμεν νῦν γάμους: τὸ θῦμα βοῦς:
διδοὺς ἐπιφανής, ἐπιφανὴς λαμβάνων:
τούτων γυναῖκες ἱέρειαι Θεᾷ, Θεῷ,
κορύβαντες, αὐλοί, παννυχίδες, ἀναστροφή:
ἱππόδρομος οὗτός ἐστί σοι μαγειρικῆς.
μέμνησο καὶ σὺ τοῦτο.
καὶ περὶ ἑτέρου δὲ μαγείρου ῾ὄνομα δ᾽ ἐστὶ Σεύθης᾿ αὐτός φησιν ποιητὴς οὕτως IV 523 M':'
ἰδιώτης μέγας
αὐτοῖς Σεύθης: οἶσθας, βέλτισθ᾽, ὅτι
ἀγαθοῦ στρατηγοῦ διαφέρειν οὐθὲν δοκεῖ.
οἱ πολέμιοι πάρεισιν: βαθὺς τῇ φύσει
στρατηγὸς ἔστη καὶ τὸ πρᾶγμ᾽ ἐδέξατο.
πολέμιός ἐστι πᾶς συμπίνων ὄχλος.
κινεῖ γὰρ ἁθρόος οὗτος: εἰσελήλυθεν,
ἐκ πεντεκαίδεχ᾽ ἡμερῶν προηλπικὼς
τὸ δεῖπνον, ὁρμῆς μεστός, ἐκκεκαυμένος,
τηρῶν πότ᾽ ἐπὶ τὰς χεῖρας οἴσει τις. νόει
ὄχλου τοιούτου ῥαχίαν ἠθροισμένην.

δ᾽ ἐν τοῖς Εὔφρονος Συνεφήβοις μάγειρος ἀκούσατε οἷα παραινεῖ IV 492 M':'

ὅταν ἐρανισταῖς, Καρίων, διακονῇς,
οὐκ ἔστι παίζειν οὐδ᾽ μεμάθηκας ποιεῖν.
ἐχθὲς κεκινδύνευκας: οὐδεὶς εἶχέ σοι
κωβιὸς ὅλως γὰρ ἧπαρ, ἀλλ᾽ ἦσαν κενοί:
ἐγκέφαλος ἠλλοίωτο. δεῖ δέ, Καρίων,
ὅταν μὲν ἔλθῃς εἰς τοιοῦτον συρφετόν,
Δρόμωνα καὶ Κέρδωνα καὶ Σωτηρίδην,
μισθὸν διδόντας ὅσον ἂν αἰτήσῃς, ἁπλῶς
εἶναι δίκαιον, οἷ δὲ νῦν βαδίζομεν
εἰς τοὺς γάμους, ἀνδροφόνον. ἂν τοῦτ᾽ αἰσθάνῃ,
ἐμὸς εἶ μαθητὴς καὶ μάγειρος οὐ κακός.
καιρὸς εὐκτός: ὠφελοῦ. φιλάργυρος
γέρων, μισθὸς μικρός: εἴ σε λήψομαι
νῦν μὴ κατεσθίοντα καὶ τοὺς ἄνθρακας,
ἀπόλωλας. εἴσω πάραγε: καὶ γὰρ αὐτὸς οὑτοσὶ
προσέρχεθ᾽ γέρων. ὡς δὲ καὶ γλίσχρον βλέπει.

μέγας δέ ἐστι σοφιστὴς καὶ οὐδὲν <ἥττων> τῶν ἰατρῶν εἰς ἀλαζονείαν καὶ παρὰ Σωσιπάτρῳ μάγειρος ἐν Καταψευδομένῳ λέγων ὧδε IV 482 M':'

οὐ παντελῶς εὐκαταφρόνητος τέχνη,
ἂν κατανοήσῃς, ἐστὶν ἡμῶν, Δημύλε, ἀλλὰ πέπλυται τὸ πρᾶγμα, καὶ πάντες σχεδὸν εἶναι μάγειροί φασιν οὐθὲν εἰδότες: ὑπὸ τῶν τοιούτων δ᾽ τέχνη λυμαίνεται. ἐπεὶ μάγειρον ἂν λάβῃς ἀληθινόν, ἐκ παιδὸς ὀρθῶς εἰς τὸ πρᾶγμ᾽ εἰσηγμένον καὶ τὰς δυνάμεις κατέχοντα καὶ τὰ μαθήματα ἅπαντ᾽ ἐφεξῆς εἰδόθ᾽, ἕτερόν σοι τυχὸν φανήσεται τὸ πρᾶγμα. τρεῖς ἡμεῖς <μόνοι> ἐσμὲν ἔτι λοιποί, Βοιδίων καὶ Χαριάδης ἐγώ τε: τοῖς λοιποῖς δὲ προσπέρδου. ΔΗ. τί φής; Α. ἐγώ; τὸ διδασκαλεῖον ἡμεῖς σῴζομεν τὸ Σίκωνος: οὗτος τῆς τέχνης ἀρχηγὸς ἦν. ἐδίδασκεν ἡμᾶς πρῶτον ἀστρολογεῖν .... ἔπειτα μετὰ ταῦτ᾽ εὐθὺς ἀρχιτεκτονεῖν. περὶ φύσεως κατεῖχε πάντας τοὺς λόγους: ἐπὶ πᾶσι τούτοις ἔλεγε τὰ στρατηγικά. πρὸ τῆς τέχνης ἔσπευδε ταῦθ᾽ ἡμᾶς μαθεῖν. ΔΗ. ἆρα σύ με κόπτειν οἷος εἶ γε, φίλτατε; Α. οὔκ, ἀλλ᾽ ἐν ὅσῳ προσέρχετ᾽ ἐξ ἀγορᾶς παῖς, μικρὰ διακινήσω σε περὶ τοῦ πράγματος, ἵνα τῷ λαλεῖν λάβωμεν εὔκαιρον χρόνον. ΔΗ. Ἄπολλον, ἐργῶδές <γ᾽>. Α. ἄκουσον, ὦγαθέ: δεῖ τὸν μάγειρον εἰδέναι πρώτιστα μὲν περὶ τῶν μετεώρων τάς τε τῶν ἄστρων δύσεις καὶ τὰς ἐπιτολὰς καὶ τὸν ἥλιον πότε ἐπὶ τὴν μακράν τε καὶ βραχεῖαν ἡμέραν ἐπάνεισι κἀν ποίοισίν ἐστι ζῳδίοις. τὰ γὰρ ὄψα, φασί, πάντα καὶ τὰ βρώματα σχεδὸν ἐν τῇ περιφορᾷ τῆς ὅλης συντάξεως ἑτέραν ἐν ἑτέροις λαμβάνει τὴν ἡδονήν. μὲν οὖν κατέχων τὰ τοιαῦτα τὴν ὥραν ἰδὼν τούτων ἑκάστοις ὡς προσήκει χρήσεται, δ᾽ ἀγνοῶν ταῦτ᾽ εἰκότως τυντλάζεται. πάλιν τὸ περὶ τῆς ἀρχιτεκτονικῆς ἴσως ἐθαύμασας τί τῇ τέχνῃ συμβάλλεται. ΔΗ. ἐγὼ δ᾽ ἐθαύμασ᾽; Α. ἀλλ᾽ ὅμως ἐγὼ φράσω: τοὐπτάνιον ὀρθῶς καταβαλέσθαι καὶ τὸ φῶς λαβεῖν ὅσον δεῖ καὶ τὸ πνεῦμ᾽ ἰδεῖν πόθεν ἐστίν, μεγάλην χρείαν τιν᾽ εἰς τὸ πρᾶγμ᾽ ἔχει. καπνὸς φερόμενος δεῦρο κἀκεῖ διαφορὰν εἴωθε τοῖς ὄψοισιν ἐμποιεῖν τινα. τί οὖν ἔτι σοι δίειμι τὰ στρατηγικὰ — — — ἔχω γε τὸν μάγειρον. τάξις σοφὸν ἁπανταχοῦ μέν ἐστι κἀν πάσῃ τέχνῃ, ἐν τῇ καθ᾽ ἡμᾶς δ᾽ ὥσπερ ἡγεῖται σχεδόν. τὸ γὰρ παραθεῖναι κἀφελεῖν τεταγμένως ἕκαστα καὶ τὸν καιρὸν ἐπὶ τούτοις ἰδεῖν, πότε δεῖ πυκνότερον ἐπαγαγεῖν καὶ πότε βάδην, καὶ πῶς ἔχουσι πρὸς τὸ δεῖπνον καὶ πότε εὔκαιρον αὐτῶν ἐστι τῶν ὄψων τὰ μὲν θερμὰ παραθεῖναι, τὰ δ᾽ ἐπανέντα, τὰ δὲ μέσως, τὰ δ᾽ ὅλως ἀποψύξαντα, ταῦτα πάντα ... ἐν τοῖς στρατηγικοῖσιν ἐξετάζεται μαθήμασιν. ΔΗ. τίς δή τι παραδείξας ἐμοὶ τὰ δέοντ᾽ ἀπελθὼν αὐτὸς ἡσυχίαν ἄγε.

καὶ παρὰ τῷ Ἀλέξιδι δὲ ἐν Μιλησίοις μάγειρος οὐ μακρὰν τούτου ἐστὶ λέγων τοιάδε II 351 K':'

οὐκ ἴστε ταῖς πλείσταισι τῶν τεχνῶν ὅτι
οὐχ ἁρχιτέκτων κύριος τῆς ἡδονῆς
μόνος καθέστηκ᾽, ἀλλὰ καὶ τῶν χρωμένων
συμβάλλεταί τις, ἂν καλῶς χρῶνται, μερίς.
Β. ποῖόν τι; δεῖ γὰρ κἀμὲ τὸν ξένον μαθεῖν.
Α. τὸν ὀψοποιὸν σκευάσαι χρηστῶς μόνον
δεῖ τοὔψον, ἄλλο δ᾽ οὐδέν. ἂν μὲν οὖν τύχῃ
ταῦτα μέλλων ἐσθίειν τε καὶ κρινεῖν
εἰς καιρὸν ἐλθών, ὠφέλησε τὴν τέχνην:
ἂν δ᾽ ὑστερίζῃ τῆς τεταγμένης ἀκμῆς,
ὥστ᾽ προοπτήσαντα χλιαίνειν πάλιν,
μὴ προοπτήσαντα συντελεῖν ταχύ,
ἀπεστέρησε τῆς τέχνης τὴν ἡδονήν.
Β. εἰς τοὺς σοφιστὰς τὸν μάγειρον ἐγγράφω.
Α. ἑστήκαθ᾽ ὑμεῖς: κάεται δ᾽ ἐμοὶ τὸ πῦρ:
ἤδη πυκνοὶ δ᾽ ᾁττουσιν Ἡφαίστου κύνες
κούφως πρὸς αἴθραν, οἷς τὸ γίνεσθαί θ᾽ ἅμα
καὶ τὴν τελευτὴν τοῦ βίου συνῆψέ τις
μόνοις ἀνάγκης θεσμὸς οὐχ ὁρώμενος.

Εὔφρων δέ, οὗ καὶ πρὸ βραχέος ἐμνήσθην, ἄνδρες δικασταί, ῾δικαστὰς γὰρ ὑμᾶς οὐκ ὀκνήσαιμ᾽ ἂν καλεῖν, ἀναμένων τὴν ὑμετέραν τῶν αἰσθητηρίων κρίσιν̓ ἐν τοῖς Ἀδελφοῖς τῷ δράματι ποιήσας τινὰ μάγειρον πολυμαθῆ καὶ εὐπαίδευτον μνημονεύοντά τε τῶν πρὸ αὑτοῦ τεχνιτῶν καὶ τίνα ἕκαστος εἶχεν ἰδίαν ἀρετὴν καὶ ἐν τίνι ἐπλεονέκτει, ὅμως οὐδενὸς ἐμνήσθη τοιούτου ὧν ἐγὼ ὑμῖν πολλάκις τυγχάνω παρασκευάζων. λέγει δ᾽ οὖν οὕτως IV 486 M':'

πολλῶν μαθητῶν γενομένων ἐμοί, Λύκε,
διὰ τὸ νοεῖν ἀεί τι καὶ ψυχὴν ἔχειν
ἄπει γεγονὼς μάγειρος ἐκ τῆς οἰκίας
ἐν οὐχ ὅλοις δέκα μησί, πολὺ νεώτατος.
Ἆγις Ῥόδιος ὤπτηκεν ἰχθὺν μόνος ἄκρως,
Νηρεὺς δ᾽ Χῖος γόγγρον ἧψε τοῖς θεοῖς,
θρῖον τὸ λευκὸν οὑξ Ἀθηνῶν Χαριάδης,
ζωμὸς μέλας ἐγένετο πρώτῳ Λαμπρίᾳ,
ἀλλᾶντας Ἀφθόνητος, Εὔθυνος φακῆν,
ἀπὸ συμβολῶν συνάγουσιν Ἀρίστων πόρους.
οὗτοι μετ᾽ ἐκείνους τοὺς σοφιστὰς τοὺς πάλαι
γεγόνασιν ἡμῶν ἑπτὰ δεύτεροι σοφοί.
ἐγὼ δ᾽ ὁρῶν τὰ πολλὰ προκατειλημμένα
εὗρον τὸ κλέπτειν πρῶτος, ὥστε μηδένα
μισεῖν με διὰ τοῦτ᾽, ἀλλὰ πάντας λαμβάνειν.
ὑπ᾽ ἐμοῦ δ᾽ ὁρῶν σὺ τοῦτο προκατειλημμένον
ἴδιον ἐφεύρηκάς τι καὶ τοῦτ᾽ ἐστὶ σόν.
πέμπτην ἔθυον ἡμέραν οἱ Τήνιοι
πολλοὶ παρόντες, πλοῦν πολὺν πεπλευκότες,
λεπτὸν ἔριφον καὶ μικρόν. οὐκ ἦν ἐκφορὰ
Λύκῳ κρεῶν τότ᾽ οὐδὲ τῷ διδασκάλῳ.
ἑτέρους πορίσασθαι δύ᾽ ἐρίφους ἠνάγκασας:
τὸ γὰρ ἧπαρ αὐτῶν πολλάκις σκοπουμένων
καθεὶς κάτω τὴν χεῖρα τὴν μίαν λαθὼν
ἔρριψας εἰς τὸν λάκκον ἰταμῶς τὸν νεφρόν.
πολὺν ἐποίησας θόρυβον: οὐκ εἶχεν νεφρόν.
ἔλεγον. ἔκυπτον οἱ παρόντες ἀποβολῇ.
ἔθυσαν ἕτερον. τοῦ δὲ δευτέρου πάλιν
τὴν καρδίαν εἶδόν σε καταπίνοντ᾽ ἐγώ ...
πάλαι μέγας εἶ, γίνωσκε: τοῦ γὰρ μὴ χανεῖν
λύκον διὰ κενῆς σὺ μόνος εὕρηκας τέχνην.
χορδῆς ὀβελίσκους ἡμέρας ζητουμένους
δύ᾽ ἐχθὲς ὠμοὺς εἰς τὸ πῦρ ἀποσβέσας
καὶ πρὸς τὸ δίχορδον ἐτερέτιζες. ᾐσθόμην:
ἐκεῖνο δρᾶμα, τοῦτο δ᾽ ἐστὶ παίγνιον.

μή τις τούτων τῶν δευτέρων ἑπτὰ σοφῶν ὀνομασθέντων τοιοῦτόν τι ἐπενόησε περὶ τοῦ χοίρου, πῶς καὶ τὰ ἐντὸς πεπλήρωται καὶ τὸ μὲν ὀπταλέον ἐστὶν αὐτοῦ, τὸ δὲ ἑφθόν, αὐτὸς δ᾽ ἐστὶν ἄσφακτος; δεομένων οὖν ἡμῶν καὶ λιπαρούντων δεικνύναι τὴν σοφίαν, ‘οὐκ ἐρῶ, φησί, τῆτες, μὰ τοὺς ἐν Μαραθῶνι κινδυνεύσαντας Dem. cor. 208' 'καὶ πρὸς ἔτι τοὺς ἐν Σαλαμῖνι ναυμαχήσαντας.' ἔδοξεν οὖν πᾶσι διὰ τὸν τηλικόνδε ὅρκον μὴ βιάζεσθαι τὸν ἄνθρωπον, ἐπ᾽ ἄλλο δέ τι τῶν παραφερομένων τὰς χεῖρας ἐπιβάλλειν. καὶ Οὐλπιανὸς ἔφη: ‘μὰ τοὺς ἐν Ἀρτεμισίῳ κινδυνεύσαντας, οὐδείς τινος γεύσεται πρὶν λεχθῆναι ποῦ κεῖται τὸ παραφέρειν. τὰ γὰρ γεύματα ἐγὼ οἶδα μόνος.' καὶ Μάγνος ἔφη: ‘Ἀριστοφάνης ἐν Προάγωνι I 511 K':'

τί οὐκ ἐκέλευσας παραφέρειν τὰ ποτήρια;
Σώφρων δ᾽ ἐν γυναικείοις κατακοινότερον κέχρηται λέγων fr. 20 Bo':' ‘παράφερε, Κοικόα, τὸν σκύφον μεστόν.' καὶ Πλάτων δ᾽ ἐν Λάκωσιν ἔφη I 621 K' '‘πάσας παραφερέτω.' Ἄλεξις Παμφίλῃ II 360 K':'
παρέθηκε τὴν τράπεζαν, εἶτα παραφέρων
ἀγαθῶν ἁμάξας ...
περὶ δὲ τῶν γευμάτων σαυτῷ προὔπιες ὥρα σοι λέγειν, Οὐλπιανέ. τὸ γὰρ γεῦσαι ἔχομεν ἐν Εὐπόλιδι ἐν Αἰξί I 260 K':'
τοῦδε νῦν γεῦσαι λαβών.'
καὶ ΟὐλπιανὸςἜφιππος, ἔφη, ἐν Πελταστῇ II 261 K' '‘ἔνθ᾽ ὄνων ἵππων τε στάσεις καὶ γεύματα οἴνων.' Ἀντιφάνης δ᾽ ἐν Διδύμοις II 45 K':'
οἰνογευστεῖ, περιπατεῖ
ἐν τοῖς στεφάνοις.'

ἐπὶ τούτοις μάγειρος ἔφη: ‘λέξω τοίνυν κἀγὼ οὐκ ἀρχαίαν ἐπίνοιαν Ar. Nub. 961',' ἀλλ᾽ εὕρεσιν ἐμήν ῾ἵνα μὴ αὐλητὴς πληγὰς λάβῃ: γὰρ Εὔβουλος ἐν Λάκωσιν Λήδᾳ ἔφη II 184 K':'

ἀλλ᾽ ἠκούσαμεν
καὶ τοῦτο, νὴ τὴν Ἑστίαν, οἴκοι ποθ᾽ ὡς
<ὅσ᾽> ἂν μάγειρος ἐξαμάρτῃ, τύπτεται,
ὥς φασιν, αὑλητὴς παρ᾽ ὑμῖν.
Φιλύλλιός τε ποιήσας τὰς Πόλεις φησίν I 784 K':'
τι ἂν τύχῃ
μάγειρος ἀδικήσας, τὸν αὐλητὴν λαβεῖν
πληγάς᾿
περὶ ἡμιόπτου καὶ ἡμιέφθου καὶ ἀσφάκτου γεμιστοῦ χοίρου. μὲν χοῖρος ἐσφάγη ὑπὸ τὸν ὦμον σφαγὴν βραχεῖαν᾽, καὶ ἐπέδειξεν. ‘ἔπειτα ἀπορρεύσαντος τοῦ πολλοῦ αἵματος πάντα τὰ ἐντοσθίδια μετὰ τῆς ἐξαιρέσεως ῾εἴρηται γὰρ καὶ ἐξαίρεσις, στωμυλῆθραι δαιταλεῖς᾿ διακλύσας ἐπιμελῶς οἴνῳ πολλάκις ἐκρέμασα ἐκ ποδῶν. εἶτα πάλιν οἴνῳ διέβρεξα καὶ προεψήσας μετὰ πολλοῦ πιπέρεως τὰ προειρημένα χναυμάτια ἔβυσα διὰ τοῦ στόματος, πολλὸν ἐπιχέας ζωμὸν εὖ πάνυ πεποιημένον. καὶ μετὰ ταῦτα περιέπλασα τοῦ χοίρου τὴν ἡμίσειαν, ὡς ὁρᾶτε, ἀλφίτοις πολλοῖς κριθῆς ἀναδεύσας αὐτὰ οἴνῳ καὶ ἐλαίῳ. ἔπειτ᾽ ἐνέθηκα κριβάνῳ ὑποθεὶς τράπεζαν χαλκῆν ἐστάθευσά τε τῷ πυρί, ὡς μήτε κατακαῦσαι μήτ᾽ ὠμὸν ἀφελεῖν. καὶ τῆς φορίνης ἤδη γενομένης κραμβαλέας εἴκασα καὶ τἄλλο μέρος ἡψῆσθαι ἀποβαλών τ᾽ αὐτοῦ τὰ ἄλφιτα οὕτω φέρων ὑμῖν παρέθηκα.

τὴν δ᾽ ἐξαίρεσιν, καλέ μου Οὐλπιανέ, Διονύσιος κωμῳδιοποιος ἐν τοῖς Ὁμωνύμοις τῷ δράματι οὕτως εἴρηκε ποιήσας τινὰ μάγειρον πρὸς τοὺς μαθητὰς διαλεγόμενον II 425 K':'

ἄγε δὴ Δρόμων νῦν, εἴ τι κομψὸν σοφὸν
γλαφυρὸν οἶσθα τῶν σεαυτοῦ πραγμάτων,
φανερὸν ποίησον τοῦτο τῷ διδασκάλῳ.
νῦν τὴν ἀπόδειξιν τῆς τέχνης αἰτῶ σ᾽ ἐγώ.
εἰς πολεμίαν ἄγω σε: θαρρῶν κατάτρεχε,
ἀριθμῷ διδόασι τὰ κρέα καὶ τηροῦσί σε.
τακερὰ ποιήσας ταῦτα καὶ ζέσας σφόδρα
τὸν ἀριθμὸν αὐτῶν, ὡς λέγω σοι, σύγχεον.
ἰχθὺς ἁδρὸς πάρεστι: τἀντός ἐστι σά.
κἂν τέμαχος ἐκκλίνῃς τι, καὶ τοῦτ᾽ ἐστὶ σόν,
ἕως ἂν ἔνδον ὦμεν: ὅταν ἔξω δ᾽, ἐμόν.
ἐξαιρέσεις καὶ τἄλλα τἀκόλουθ᾽ ὅσα
οὔτ᾽ ἀριθμὸν οὔτ᾽ ἔλεγχον ἐφ᾽ ἑαυτῶν ἔχει,
περικόμματος δὲ τάξιν θέσιν φέρει,
εἰς αὔριον σὲ κἀμὲ ταῦτ᾽ εὐφρανάτω.
λαφυροπώλῃ παντάπασι μεταδίδου,
τὴν πάροδον ἵν᾽ ἔχῃς τῶν θυρῶν εὐνουστέραν:
τί δεῖ λέγειν με πολλὰ πρὸς συνειδότα;
ἐμὸς εἶ μαθητής, σὸς δ᾽ ἐγὼ διδάσκαλος.
μέμνησο τῶνδε καὶ βάδιζε δεῦρ᾽ ἅμα.'

πάντων οὖν ἡμῶν ἐπαινεσάντων τὸν μάγειρον ἐπί τε τῷ ἑτοίμῳ τῶν λεγομένων καὶ τῇ τῆς τέχνης περιεργίᾳ καλὸς ἡμῶν ἑστιάτωρ Λαρήνσιοςκαὶ πόσῳ κάλλιον, ἔφη, τὰ τοιαῦτα ἐκμανθάνειν τοὺς μαγείρους ἅπερ παρά τινι τῶν πολιτῶν ἡμῶν, ὃς ὑπὸ πλούτου καὶ τρυφῆς τοὺς τοῦ θαυμασιωτάτου Πλάτωνος διαλόγους ἠνάγκαζεν ἐκμανθάνοντας τοὺς μαγείρους φέροντάς τε τὰς λοπάδας ἅμα λέγειν Tim. p. 17a' '‘εἷς, δύο, τρεῖς: δὲ δὴ τέταρτος ἡμῖν, φίλε Τίμαιε, ποῦ τῶν χθὲς μὲν δαιτυμόνων, τὰ νῦν δ᾽ ἑστιατόρων; ἔπειτ᾽ ἄλλος ἀπεκρίνατοἀσθένειά τις αὐτῷ ξυνέπεσεν, Σώκρατες.' διεξήρχοντό τε τοῦ διαλόγου τὰ πολλὰ τὸν τρόπον τοῦτον, ὡς ἄχθεσθαι μὲν τοὺς εὐωχουμένους, ὑβρίζεσθαι δὲ τὸν πάνσοφον ἐκεῖνον ἄνθρωπον ὁσημέραι, καὶ διὰ τοῦτο πολλοὺς τῶν καθαρείων ἐξόμνυσθαι τὰς παρ᾽ ἐκείνῳ ἑστιάσεις. οἱ δὲ ἡμέτεροι οὗτοι ἅμα ἴσως ταῦτ᾽ ἐκμανθάνοντες οὐκ ὀλίγην ὑμῖν θυμηδίαν παρέχουσιν.' καὶ παῖς ἐπὶ τῇ μαγειρικῇ σοφίᾳ ἐπαινεθεὶςτί τοιοῦτον εὑρήκασιν, ἔφη, εἰρήκασιν οἱ πρὸ ἐμοῦ; ἐπιμετρίους ἐμαυτὸν ἄγω οὐ μεγαλαυχούμενος ἐπ᾽ ἐμαυτῷ; καίτοι καὶ πρῶτος τῶν τὸν Ὀλυμπίασιν ἀγῶνα ἀναδησαμένων Κόροιβος Ἠλεῖος μάγειρος ἦν καὶ οὐχ οὕτως ὠγκύλλετο ἐπὶ τῇ τέχνῃ ὡς παρὰ Στράτωνι μάγειρος ἐν τῷ Φοινικίδῃ, περὶ οὗ τοιαῦτα λέγει μεμισθωμένος IV 545 M':'

σφίγγ᾽ ἄρρεν᾽, οὐ μάγειρον εἰς τὴν οἰκίαν
εἴληφ᾽: ἁπλῶς γὰρ οὐδὲ ἓν μὰ τοὺς θεοὺς
ὅσ᾽ ἂν λέγῃ συνίημι: καινὰ ῥήματα
πεπορισμένος πάρεστιν. ὡς εἰσῆλθε γάρ,
εὐθύς μ᾽ ἐπηρώτησε προσβλέψας μέγα
πόσους κέκληκας μέροπας ἐπὶ δεῖπνον; λέγε.'
ἐγὼ κέκληκα μέροπας ἐπὶ δεῖπνον; χολᾷς.
τοὺς δὲ μέροπας τούτους με γινώσκειν δοκεῖς;
οὐδεὶς παρέσται. τοῦτο γὰρ νὴ τὸν Δία
ἐστὶ κατάλοιπον μέροπας ἐπὶ δεῖπνον καλεῖν. ‘οὐδ᾽ ἄρα παρέσται δαιτυμὼν οὐδεὶς ὅλως; οὐκ οἴομαί γε Δαιτυμών. ἐλογιζόμην: ἥξει Φιλῖνος, Μοσχίων, Νικήρατος, δεῖν᾽, δεῖνα: κατ᾽ ὄνομ᾽ ἀνελογιζόμην: οὐκ ἦν ἐν αὐτοῖς οὐδὲ εἷς μοι Δαιτυμών. οὐδεὶς παρέσται, φημί. ‘τί λέγεις; οὐδὲ εἷς; σφόδρ᾽ ἠγανάκτησ᾽ ὥσπερ ἠδικημένος, εἰ μὴ κέκληκα Δαιτυμόνα. καινὸν πάνυ. ‘σῦν ἄρα θύεις ἐρυσίχθον᾽; οὔκ, ἔφην ἐγώ. ‘βοῦν δ᾽ εὐρυμέτωπον; οὐ θύω βοῦν, ἄθλιε. ‘μῆλα θυσιάζεις ἆρα; μὰ Δί᾽ ἐγὼ μὲν οὔ, οὐδέτερον αὐτῶν, προβάτιον δ᾽. ‘οὔκουν, ἔφη, τὰ μῆλα πρόβατα; <μῆλα πρόβατ᾽;> οὐ μανθάνω .....τούτων οὐδὲν οὐδὲ βούλομαι. ἀγροικότερός εἰμ᾽: ὥσθ᾽ ἁπλῶς μοι διαλέγου. ‘Ὅμηρον οὐκ οἶσθα λέγοντα; καὶ μάλα ἐξῆν βούλοιτ᾽, μάγειρ᾽, αὐτῷ λέγειν. ἀλλὰ τί πρὸς ἡμᾶς τοῦτο, πρὸς τῆς Ἑστίας; ‘κατ᾽ ἐκεῖνον ἤδη πρόσεχε καὶ τὰ λοιπά μοι.' Ὁμηρικῶς γὰρ διανοεῖ μ᾽ ἀπολλύναι; ‘οὕτω λαλεῖν εἴωθα.' μὴ τοίνυν λάλει οὕτω παρ᾽ ἔμοιγ᾽ ὤν. ‘ἀλλὰ διὰ τὰς τέτταρας δραχμὰς ἀποβάλω, φησί, τὴν προαίρεσιν; τὰς οὐλοχύτας φέρε δεῦρο.' τοῦτο δ᾽ ἐστὶ τί; ‘κριθαί.' ‘τί οὖν, ἀπόπληκτε, περιπλοκὰς λέγεις; ‘πηγὸς πάρεστι; πηγός; οὐχὶ λαικάσει,
ἐρεῖς σαφέστερόν θ᾽ βούλει μοι λέγειν;
ἀτάσθαλός γ᾽ εἶ, πρέσβυ, φησ᾽: ἅλας φέρε.'
τοῦτ᾽ ἔστι πηγός; ‘ἀλλὰ δεῖξον χέρνιβα.'
παρῆν. ἔθυεν, ἔλεγεν ἄλλα ῥήματα
τοιαῦθ᾽ μὰ τὴν Γῆν οὐδὲ εἷς ἤκουσεν ἄν,
μίστυλλα, μοίρας, δίπτυχ᾽, ὀβελούς, ὥστε με
τῶν τοῦ Φιλητᾶ λαμβάνοντα βιβλίων
σκοπεῖν ἕκαστα τί δύναται τῶν ῥημάτων,
πλὴν ἱκέτευον αὐτὸν ἤδη μεταβαλεῖν
ἀνθρωπίνως λαλεῖν τε. τὸν δ᾽ οὐκ ἂν ταχὺ
ἔπεισεν Πειθὼ μὰ τὴν Γῆν οἶδ᾽ ὅτι.

περίεργον δ᾽ ἐστὶν ὡς ἀληθῶς τὸ πολὺ τῶν μαγείρων γένος περί τε τὰς ἱστορίας καὶ τὰ ὀνόματα. λέγουσι γοῦν αὐτῶν οἱ λογιώτατοιγόνυ κνήμης ἔγγιον᾽ καὶπεριῆλθον Ἀσίαν καὶ Εὐρώπην᾽. ἐπιτιμῶντες δέ τινί φασιν μὴ δεῖν τὸν Οἰνέα Πηλέα ποιεῖν. ἐγὼ δὲ ἕνα τῶν ἀρχαίων μαγείρων τεθαύμακα πείρᾳ τῆς τέχνης ἧς εἰσηγήσατο ἀπολαύσας. παράγει δ᾽ αὐτὸν Ἄλεξις ἐν Λέβητι λέγοντα τάδε II 341 K':'

ἧψε, μοὐδόκει,
πνικτόν τι ὄψον δελφάκειον, ΓΛ. ἡδύ γε.
Α. ἔπειτα προσκέκαυκε. ΓΛ. μηδὲν φροντίσῃς:
ἰάσιμον γὰρ τὸ πάθος ἐστί. Α. τῷ τρόπῳ;
ΓΛ. ὄξος λαβὼν ἢν εἰς λεκάνην τιν᾽ ἐγχέας
ψυχρόν, ξυνιεῖς, εἶτα θερμὴν τὴν χύτραν
εἰς τοὔξος ἐνθῇς: διάπυρος γὰρ οὖσ᾽ ἔτι
ἕλξει δι᾽ αὑτῆς νοτίδα καὶ ζυμουμένη
ὥσπερ κίσηρις λήψεται διεξόδους
σομφάς, δι᾽ ὧν τὴν ὑγρασίαν ἐκδέξεται:
τὰ κρέα δ᾽ ἔσται τ᾽ οὐκ ἀπεξηραμμένα,
ἔγχυλα δ᾽ ἀτρεμεὶ καὶ δροσώδη τὴν σχέσιν.
Α. Ἄπολλον, ὡς ἰατρικῶς. Γλαυκία,
ταυτὶ ποιήσω. ΓΛ. καὶ παρατίθει γ᾽ αὐτά, παῖ,
ὅταν παρατιθῇς, μανθάνεις, ἐψυγμένα.
ἀτμὶς γὰρ οὕτως οὐχὶ προσπηδήσεται
ταῖς ῥισίν, ἀλλ᾽ ἄνω μάλ᾽ εἶσι καταφαγών.
Α. πολλῷ γ᾽ ἀμείνων, ὡς ἔοικας, ἦσθ᾽ ἄρα
λογογράφος μάγειρος. λέγεις οὐ λέγεις:
τέχνην δ᾽ ὀνειδίζεις.

καὶ μαγείρων μὲν ἅλις, ἄνδρες δαιταλεῖς, μὴ καί τις αὐτῶν τὰ ἐκ Δυσκόλου Μενάνδρου βρενθυόμενος λαρυγγίσῃ τάδε IV 108 M':'

οὐδὲ εἷς
μάγειρον ἀδικήσας ἀθῷος διέφυγεν:
ἱεροπρεπής πώς ἐστιν ἡμῶν τέχνη.
ἐγὼ δ᾽ ὑμῖν, κατὰ τὸν ἥδιστον Δίφιλον II 570 K','
παρατίθημ᾽ ὁλοσχερῆ
ἄρν᾽ ἐς μέσον σύμπτυκτον, ὠνθυλευμένον,
χοιρίδια περιφόρινα κρομβώσας ὅλα,
δούρειον ἐπάγω χῆνα τῷ φυσήματι.

ΧΗΝ. περιενεχθέντων δὲ τούτων καὶ ἄλλων χηνῶν περιττῶς ἐσκευασμένων ἔφη τιςοἱ χῆνες σιτευτοί᾽. καὶ Οὐλπιανὸς δὲ σιτευτὸς χὴν παρὰ τίνι; πρὸς ὃν Πλούταρχος: ‘Θεόπομπος μὲν ἔφη Χῖος ἐν ταῖς Ἑλληνικαῖς FHG I 281' 'κἀν τῇ τρισκαιδεκάτῃ δὲ τῶν Φιλιππικῶν Ἀγησιλάῳ τῷ Λάκωνι εἰς Αἴγυπτον ἀφικομένῳ πέμψαι τοὺς Αἰγυπτίους χῆνας καὶ μόσχους σιτευτούς. καὶ Ἐπιγένης δ᾽ κωμῳδιοποιὸς ἐν Βάκχαις φησίν II 417 K':'

ἀλλ᾽ εἴ τις ὥσπερ χῆνα ἔτρεφέν μοι λαβὼν
σιτευτόν.
καὶ Ἀρχέστρατος ἐν τῷ πολυθρυλήτῳ ποιήματι fr. 58 R':'
[ὡς] καὶ σιτευτὸν χηνὸς ὁμοῦ σκεύαζε νεοττόν,
ὀπτὸν ἁπλῶς καὶ τόνδε.
σὺ δὲ ἡμῖν, Οὐλπιανέ, δίκαιος εἶ λέγειν, περὶ πάντων πάντας ἀπαιτῶν, ποῦ μνήμης ἠξίωται παρὰ τοῖς ἀρχαίοις τὰ πολυτελῆ ταῦτα τῶν χηνῶν ἥπατα. ὅτι γὰρ χηνοβοσκοὺς οἴδασι μάρτυς Κρατῖνος ἐν Διονυσαλεξάνδρῳ λέγων I 26 K':' ‘χηνοβοσκοί, βουκόλοι.' Ὅμηρος δὲ καὶ θηλυκῶς καὶ ἀρσενικῶς εἴρηκεν Od. 15.161':' ‘αἰετὸς ἀργὴν χῆνα φέρων.' καί:

ὣς ὅδε χῆν᾽ ἥρπαξ᾽ ἀτιταλλομένην ἐνὶ οἴκῳ.

καί:

χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν
ἐξ ὕδατος.

χηνείων δὲ ἡπάτων ῾περισπούδαστα δὲ ταῦτα κατὰ τὴν Ῥώμην̓ μνημονεύει Εὔβουλος ἐν Στεφανοπώλισι λέγων οὕτως II 199 K':'
εἰ μὴ σὺ χηνὸς ἧπαρ ψυχὴν ἔχεις.'

ἦσαν δὲ καὶ ἡμίκραιραι πολλαὶ δελφάκων. μνημονεύει δ᾽ αὐτῶν Κρώβυλος ἐν Ψευδυποβολιμαίῳ IV 568 M':'

εἰσῆλθεν ἡμίκραιρα τακερὰ δέλφακος.
Β. ταύτης μὰ τὸν Δί᾽ οὐχὶ κατέλιπον λέγω
οὐδέν.
μετὰ δὲ ταῦτα καλούμενος κρεωκάκκαβος. κρέα δ᾽ ἐστὶ ταῦτα συγκεκομμένα μεθ᾽ αἵματος καὶ λίπους ἐν ζωμῷ γεγλυκασμένῳ. ‘λέγειν δὲ οὕτως Ἀριστοφάνης <φησὶν> γραμματικὸς p. 219 N' 'Ἀχαιούσ᾽, Μυρτίλος ἔφη. ‘Ἀντικλείδης δ᾽ ἐν η# Νόστων fr. 8 M' '‘ἐν δείπνῳ, φησίν, μελλόντων Χίων ὑπ᾽ Ἐρυθραίων ἐξ ἐπιβουλῆς ἀναιρεῖσθαι μαθών τις τὸ μέλλον γίνεσθαι ἔφη:
Χῖοι, πολλὴ γὰρ Ἐρυθραίους ἔχει ὕβρις:
φεύγετε δειπνήσαντες ὑὸς κρέα μηδὲ μένειν βοῦν.'
ἀναβράστων δὲ κρεῶν μνημονεύει Ἀριστομένης Γόησιν οὕτως I 691 K':' ..... καὶ ὄρχεις ἤσθιον, οὓς καὶ νεφροὺς ἐκάλουν: Φιλιππίδης ἐν τῇ Ἀνανεώσει Γναθαίνης τῆς ἑταίρας τὸ γαστρίμαργον ἐμφανίζων λέγει IV 468 M':'
ἔπειτ᾽ ἐπὶ τούτοις πᾶσιν ἧκ᾽ ὄρχεις φέρων
πολλούς. τὰ μὲν οὖν γύναια τἄλλ᾽ ἠκκίζετο,
δ᾽ ἀνδροφόνος Γνάθαινα γελάσασα ....
καλοί γε, φησίν, οἱ νεφροί, νὴ τὴν φίλην
Δήμητρα.' καὶ δύ᾽ ἁρπάσασα κατέπιεν,
ὥσθ᾽ ὑπτίους ὑπὸ τοῦ γέλωτος καταπεσεῖν.'

εἰπόντος δὲ καὶ ἄλλου ἥδιστα γεγονέναι καὶ τὸν μετὰ ὀξυλιπάρου ἀλεκτρυόνα φιλεπιτιμητὴς Οὐλπιανὸς κατακείμενος μόνος, ὀλίγα δ᾽ ἐσθίων καὶ τηρῶν τοὺς λέγοντας ἔφη: ‘ὀξυλίπαρον δὲ τί ἐστι; πλὴν εἰ μὴ καὶ κόττανα ἡμᾶς καὶ λέπιδιν, τὰ πάτριά μου νόμιμα βρώματα, ὀνομάζειν μέλλετε᾽. καὶ ὃςΤιμοκλῆς, ἔφη, κωμικὸς ἐν Δακτυλίῳ μέμνηται τοῦ ὀξυλιπάρου λέγων οὕτως II 451 K':'

γαλεοὺς καὶ βατίδας ὅσα τε τῶν γενῶν
ἐν ὀξυλιπάρῳ τρίμματι σκευάζεται.
ἀκρολιπάρους δέ τινας ἀνθρώπους κέκληκεν Ἄλεξις ἐν Πονήρᾳ οὕτως II 368 K':'
ἀκρολίπαροι, τὸ δ᾽ ἄλλο σῶμ᾽ ὑπόξυλον.
παρατεθέντος δέ ποτε καὶ ἰχθύος μεγάλου ἐν ὀξάλμῃ καὶ εἰπόντος τινὸς ἥδιστον εἶναι ὀψάριον πᾶν τὸ ἐν ὀξάλμῃ παρατιθέμενον, συναγαγὼν τὰς ὀφρῦς τὰς ἀκάνθας ἀγείρων Οὐλπιανὸςποῦ κεῖται, ἔφη, ὀξάλμη; ὀψάριον γὰρ παρ᾽ οὐδενὶ τῶν ζώντων λεγόμενον οἶδα.' οἱ μὲν οὖν πολλοὶ μακρὰ χαίρειν εἰπόντες αὐτῷ ἐδείπνουν, τοῦ Κυνούλκου τὰ ἐξ Αὐρῶν Μεταγένους ἀναφωνήσαντος I 705 K':'
ἀλλ᾽, 'γαθέ, δειπνῶμεν, κἄπειτά με πᾶν
ἐπερωτᾶν
τι ἂν βούλῃ: νῦν γὰρ πεινῶν δεινῶς πώς εἰμ᾽
ἐπιλήσμων.
καὶ Μυρτίλος ἡδέως πως συναπογραφόμενος αὐτῷ, ἵνα μηδενὸς μεταλαμβάνῃ, ἀλλὰ πάντα λαλῇ, ἔφη: ‘Κρατῖνος ἐν Ὀδυσσεῦσιν εἴρηκε τὴν ὀξάλμην διὰ τούτων I 58 K':'
ἀνθ᾽ ὧν πάντας ἑλὼν ὑμᾶς ἐρίηρας ἑταίρους,
φρύξας, ἑψήσας κἀπανθρακίσας, ὀπτήσας,
εἰς ἅλμην τε καὶ ὀξάλμην κᾆτ᾽ ἐς σκοροδάλμην
χλιερὸν ἐμβάπτων, ὃς ἂν ὀπτότατός μοι ἁπάντων
ὑμῶν φαίνηται, κατατρώξομαι, στρατιῶται.
καὶ Ἀριστοφάνης Σφηξίν 330':'
ἀποφυσήσας
εἰς ὀξάλμην ἔμβαλε θερμήν.

ὀψάριον δὲ τῶν μὲν ζώντων ἡμεῖς λέγομεν, ἀτὰρ καὶ Πλάτων ἐπὶ τοῦ ἰχθύος ἐν Πεισάνδρῳ I 627 K':'

ἤδη φαγών τι πώποθ᾽, οἷα γίνεται,
ὀψάριον ἔκαμες καὶ προσέστη τοῦτό σοι;
Β. ἔγωγε πέρυσι κάραβον φαγών.
Φερεκράτης Αὐτομόλοις I 153 K':'
τοὐψάριον τουτὶ παρέθηκέ τις ἡμῖν.
Φιλήμων Θησαυρῷ II 487 K':'
οὔκ ἐστ᾽ ἀληθὲς παραλογίσασθ᾽ οὐδ᾽ ἔχειν
ὀψάρια χρηστά.
Μένανδρος Καρχηδονίῳ IV 145 M':'
ἐπιθυμιάσας τῷ Βορέᾳ λιβανίδιον
ὀψάριον οὐδὲν ἔλαβον: ἑψήσω φακῆν.
καὶ ἐν Ἐφεσίῳ IV 125 M':'
ἐπ᾽ ἀρίστῳ λαβὼν
ὀψάριον.
εἶτ᾽ ἐπιφέρει:
τῶν ἰχθυοπωλῶν <ἀρτίως> τις τεττάρων
δραχμῶν ἐπώλει κωβιούς.
Ἀναξίλας Ὑακίνθῳ πορνοβοσκῷ II 273 K':'
ἐγὼ δ᾽ ἰὼν ὀψάριον ὑμῖν ἀγοράσω.
καὶ μετ᾽ ὀλίγα:
σκεύαζε, παῖ, τοὐψάριον ἡμῖν.
τὸ δὲ ἐν Ἀναγύρῳ Ἀριστοφάνους I 403 K':'
εἰ μὴ παραμυθῇ μ᾽ ὀψαρίοις ἑκάστοτε,
ἀντὶ τοῦ προσοψήμασιν ἀκούομεν. καὶ γὰρ Ἄλεξις ἐν Παννυχίδι περιθεὶς μαγείρῳ τὸν λόγον φησίν II 361 K':'
θερμοτέροις χαιρεοις αἰεὶ
τοῖς ὀψαρίοις τὸ μέσον κατωτέρω;
Β. κατωτέρω. Α. τί λέγεις σύ; ποδαπὸς οὑτοσὶ
ἅνθρωπος; οὐκ ἐπίστασαι ζῆν: ψυχρά σοι
ἅπαντα παραθῶ; Β. μηδαμῶς. Α. ζέοντα δέ;
Β. Ἄπολλον. Α. οὐκοῦν τὸ μέσον ἔστω. Β. δηλαδή.
Α. τοῦθ᾽ ἕτερος οὐδεὶς τῶν ὁμοτέχνων μου ποιεῖ.
Β. οὐκ οἴομ᾽ οὐδ᾽ ἄλλ᾽ οὐδὲν ὧν σὺ νῦν ποιεῖς.
Α. ἐγὼ δ᾽ ἐρῶ ... τοῖς γὰρ ἑστιωμένοις
τὸν καιρὸν ἀποδίδωμι τῆς συγκράσεως.
Β. σὺ πρὸς θεῶν ἔθυσας ... τὸν ἔριφον:
μὴ κόπτ᾽ ἔμ᾽, ἀλλὰ τὰ κρέα. Α. παῖδες, παράγετε:
ὀπτάνιον ἔστιν; Β. ἔστι. Α. καὶ κάπνην ἔχει;
Β. δηλονότι. Α. μή μοι δῆλον, ἀλλ᾽ ἔχει κάπνην;
Β. ἔχει. Α. κακόν, εἰ τύφουσαν. Β. ἀπολεῖ μ᾽ οὑτοσί.

ταῦτά σοι παρ᾽ ἡμῶν τῶν ζώντων, ὀλβιογάστορ Οὐλπιανέ, ἀπεμνημόνευσα. καὶ σὺ γάρ, ὡς ἔοικε, μετ᾽ ἐμοῦ κατὰ τὸν Ἄλεξιν οὐδενὸς ἐμψύχου μεταλαμβάνεις, ὅς φησιν ἐν Ἀτθίδι τάδε II 308':'

πρῶτος εἰπὼν ὅτι σοφιστὴς οὐδὲ εἷς
ἔμψυχον οὐδὲν ἐσθίει σοφός τις ἦν.
ἐγὼ γὰρ ἥκω νῦν ἀγοράσας οὐδὲ ἓν
ἔμψυχον: ἰχθῦς ἐπριάμην τεθνηκότας
μεγάλους, κρεᾴδι᾽ ἀρνὸς ἐσθίειν πίονος,
οὐ ζῶντος: οὐχ οἷόν τε γάρ. τί ἄλλο; ναί,
ἡπάτιον ὀπτὸν προσέλαβον. τούτων ἐὰν
δείξῃ τις φωνήν τι ψυχὴν ἔχον,
ἀδικεῖν προσομολογῶ παραβαίνων τὸν νόμον.
ἐπὶ τούτοις οὖν ἔασον ἡμᾶς δειπνεῖν. ἰδοὺ γάρ, ἕως πρὸς σὲ διαλέγομαι, καὶ οἱ ΦΑΣΙΑΝΙΚΟΙ παραπεπλεύκασιν ὑπεριδόντες ἡμᾶς διὰ τὴν ἄκαιρόν σου γλωσσαλγίαν.' ‘ἀλλ᾽ ἢν ἐμοὶ εἴπῃσ᾽, ἔφη Οὐλπιανός, ‘διδάσκαλε Μυρτίλε, ὀλβιογάστωρ σοι πόθεν καὶ εἰ φασιανικῶν τις ὀρνίθων μέμνηται τῶν παλαιῶν, ἐγώ σοι ἦρι μάλ᾽ οὐκ <ἐφ᾽> Ἑλλήσποντον πλεύσας Hom. Ι 360',' ἀλλ᾽ εἰς τὴν ἀγορὰν πορευθεὶς ὠνήσομαι φασιανικόν, ὃν συγκατέδομαί σοι.'

καὶ Μυρτίλοςἐπὶ ταύταις, ἔφη, ταῖς συνθήκαις λέγω. τοῦ μὲν ὀλβιογάστορος Ἄμφις μέμνηται ἐν Γυναικομανίᾳ οὑτωσὶ λέγων II 238 K':'

Εὐρύβατε κνισολοῖχε, .. οὐκ ἔσθ᾽ ὅπως
οὐκ ὀλβιογάστωρ εἶ σύ.
φασιανικοῦ δὲ ὄρνιθος ἥδιστος Ἀριστοφάνης ἐν δράματι Ὄρνισιν. Ἀττικοὶ δ᾽ εἰσὶ δύο πρεσβῦται ὑπὸ ἀπραγμοσύνης πόλιν ζητοῦντες ἐν κατοικήσουσιν ἀπράγμονα: καὶ αὐτοῖς ἀρέσκει βίος μετ᾽ ὀρνίθων. ἔρχονται οὖν ὡς τοὺς ὄρνιθας καὶ αἰφνίδιον αὐτοῖς ἐπιπτάντος ἑνὸς τῶν ὀρνίθων ἀγρίου τὴν ὄψιν, δείσαντες ἑαυτοὺς παραμυθούμενοι λέγουσι τά τ᾽ ἄλλα καὶ τάδε v. 67':'
ὁδὶ δὲ δὴ τίς ἐστιν ὄρνις; οὐκ ἐρεῖς;
Β. Ἐπικεχοδὼς ἔγωγε φασιανικός.
καὶ τὸ ἐν Νεφέλαις δὲ ἐπὶ τῶν ὀρνίθων ἔγωγε ἀκούω καὶ οὐκ ἐπὶ ἵππων ὡς πολλοί v. 109':'
τοὺς φασιανούς, οὓς τρέφει Λεωγόρας.
δύναται γὰρ Λεωγόρας καὶ ἵππους τρέφειν καὶ ὄρνεις φασιανούς. κωμῳδεῖται γὰρ Λεωγόρας ὡς γαστρίμαργος ὑπὸ Πλάτωνος ἐν Περιαλγεῖ I 629 K'.' Μνησίμαχος δ᾽ ἐν Φιλίππῳ ῾εἷς δὲ καὶ οὗτός ἐστι <τῶν> τῆς μέσης κωμῳδίας ποιητῶν̓ φησί II 442 K':'
καὶ τὸ λεγόμενον,
σπανιώτερον πάρεστιν ὀρνίθων γάλα
καὶ φασιανὸς ἀποτετιλμένος καλῶς.
Θεόφραστος δὲ Ἐρέσιος, Ἀριστοτέλους μαθητής, ἐν τῇ γ# περὶ ζῴων fr. 180 W' 'μνημονεύων αὐτῶν οὑτωσί πως λέγει: ‘ἐστὶ δὲ καὶ τοῖς ὄρνισι τοιαύτη διαφορά: τὰ μὲν γὰρ βαρέα καὶ μὴ πτητικά, καθάπερ ἀτταγήν, πέρδιξ, ἀλεκτρυών, φασιανός, εὐθὺς βαδιστικὰ καὶ δασέα.' καὶ Ἀριστοτέλης ἐν ὀγδόῃ ζῴων ἱστορίας γράφει τάδε p. 633a 29':' ‘εἰσὶ δὲ τῶν ὀρνίθων οἳ μὲν κονιστικοί, οἳ δὲ λοῦνται, οἳ δὲ οὔτε κονιστικοὶ οὔτε λοῦνται. ὅσοι δὲ μὴ πτητικοί, ἀλλ᾽ ἐπίγειοι, κονιστικοί, οἷον ἀλεκτορίς, πέρδιξ, ἀτταγήν, φασιανός, κορυδαλλός.' μνημονεύει δ᾽ αὐτῶν καὶ Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων. φασιανὸν δὲ οὗτοι κεκλήκασιν αὐτὸν καὶ οὐ φασιανικόν.

Ἀγαθαρχίδης δ᾽ Κνίδιος ἐν τῇ τετάρτῃ καὶ τριακοστῇ τῶν Εὐρωπιακῶν FHG III 194' 'περὶ τοῦ Φάσιδος ποταμοῦ τὸν λόγον ποιούμενος γράφει καὶ ταῦτα: ‘πλῆθος δ᾽ ὀρνίθων τῶν καλουμένων φασιανῶν φοιτᾷ τροφῆς χάριν πρὸς τὰς ἐκβολὰς τῶν στομάτων.' Καλλίξενος δ᾽ Ῥόδιος ἐν τετάρτῃ περὶ Ἀλεξανδρείας FHG III 65' 'διαγράφων τὴν γενομένην πομπὴν ἐν Ἀλεξανδρείᾳ Πτολεμαίου τοῦ Φιλαδέλφου καλουμένου βασιλέως ὡς μέγα θαῦμα περὶ τῶν ὀρνίθων τούτων οὕτως γράφει: ‘εἶτα ἐφέροντο ἐν ἀγγείοις ψιττακοὶ καὶ ταῲ καὶ μελεαγρίδες καὶ φασιανοὶ καὶ ὄρνιθες Αἰθιοπικοὶ πλήθει πολλοί.' Ἀρτεμίδωρος δὲ Ἀριστοφάνειος ἐν ταῖς ἐπιγραφομέναις Ὀψαρτυτικαῖς Γλώσσαις καὶ Πάμφιλος Ἀλεξανδρεὺς ἐν τοῖς περὶ ὀνομάτων καὶ γλωσσῶν Ἐπαίνετον παρατίθεται λέγοντα ἐν τῷ Ὀψαρτυτικῷ ὅτι φασιανὸς ὄρνις τατύρας καλεῖται. Πτολεμαῖος δ᾽ Εὐεργέτης ἐν δευτέρῳ ὑπομνημάτων FHG III 186' 'τέταρόν φησιν ὀνομάζεσθαι τὸν φασιανὸν ὄρνιν. τοσαῦτά σοι περὶ τῶν φασιανικῶν ὀρνίθων ἔχων λέγειν, οὓς ἐγὼ διὰ σὲ ὥσπερ οἱ πυρέσσοντες περιφερομένους εἶδον. σὺ δὲ κατὰ τὰς συνθήκας ἂν μὴ αὔριον ἀποδῷς τὰ ὡμολογημένα, οὐκ ἐξαπατήσεως δημοσίᾳ σε γράψομαι, ἀλλὰ τὸν Φᾶσιν οἰκήσοντα ἀποπέμψω, ὡς Πολέμων περιηγητὴς Ἴστρον τὸν Καλλιμάχειον συγγραφέα εἰς τὸν ὁμώνυμον κατεπόντου ποταμόν fr. 54 Pr'.'

ΑΤΤΑΓΑΣ. Ἀριστοφάνης Πελαργοῖς I 504 K':'
ἀτταγᾶς ἥδιστον ἕψειν ἐν ἐπινικίοις κρέας.
Ἀλέξανδρος δ᾽ Μύνδιός φησιν Rose Arist. ps. p. 293' 'ὅτι μικρῷ μὲν μείζων ἐστὶ πέρδικος, ὅλος δὲ κατάγραφος τὰ περὶ τὸν νῶτον, κεραμεοῦς τὴν χρόαν, ὑποπυρρίζων μᾶλλον. θηρεύεται δ᾽ ὑπὸ κυνηγῶν διὰ τὸ βάρος καὶ τὴν τῶν πτερῶν βραχύτητα. ἐστὶ δὲ κονιστικὸς πολύτεκνός τε καὶ σπερμολόγος. Σωκράτης δ᾽ ἐν τῷ περὶ ὅρων καὶ τόπων καὶ πυρὸς καὶ λίθωνἐκ τῆς Λυδίας μετακομισθέντες, φησίν, εἰς Αἴγυπτον οἱ ἀτταγαῖ καὶ ἀφεθέντες εἰς τὰς ὕλας ἕως μέν τινος ὄρτυγος φωνὴν ἀφίεσαν, ἐπεὶ δὲ τοῦ ποταμοῦ κοίλου ῥυέντος λιμὸς ἐγένετο καὶ πολλοὶ τῶν κατὰ τὴν χώραν ἀπώλλυντο, οὐ διέλιπον σαφέστερον τῶν παίδων τῶν τρανοτάτων ἕως νῦν λέγοντεςτρὶς τοῖς κακούργοις κακά᾽. συλληφθέντες δὲ οὐ μόνον οὐ τιθασεύονται, ἀλλ᾽ οὐδὲ φωνὴν ἔτι ἀφιᾶσιν. ἐὰν δὲ ἀφεθῶσι, φωνήεντες πάλιν γίγνονται.' μνημονεύει αὐτῶν Ἱππῶναξ οὕτως fr. 36 B4' '
οὐδ᾽ ἀτταγᾶς τε καὶ λαγὼς διατρώγων.
καὶ Ἀριστοφάνης ἐν Ὄρνισιν: ἐν δ᾽ Ἀχαρνεῦσιν v. 875' 'καὶ ὡς πλεοναζόντων αὐτῶν ἐν τῇ Μεγαρικῇ. περισπῶσι δ᾽ οἱ Ἀττικοὶ παρὰ τὸν ὀρθὸν λόγον τοὔνομα. τὰ γὰρ εἰςαςλήγοντα ἐκτεταμένον ὑπὲρ δύο συλλαβὰς ὅτε ἔχει τὸ ἄλφα παραλῆγον, βαρύτονά ἐστιν, οἷον ἀκάμας, Σακάδας, ἀδάμας. λεκτέον δὲ καὶ ἀτταγαῖ καὶ οὐχὶ ἀτταγῆνες.

ΠΟΡΦΥΡΙΩΝ. ὅτι καὶ τούτου Ἀριστοφάνης Av. 707' 'μέμνηται δῆλον. Πολέμων δ᾽ ἐν πέμπτῳ τῶν πρὸς Ἀντίγονον καὶ Ἀδαῖον fr. 59 Pr' 'πορφυρίωνά φησι τὸν ὄρνιν διαιτώμενον κατὰ τὰς οἰκίας τὰς ὑπάνδρους τῶν γυναικῶν τηρεῖν πικρῶς καὶ τοιαύτην ἔχειν αἴσθησιν ἐπὶ τῆς μοιχευομένης, ὥσθ᾽ ὅταν τοῦθ᾽ ὑπονοήσῃ προσημαίνει τῷ δεσπότῃ, ἀγχόνῃ τὸ ζῆν περιγράψας. οὐ πρότερόν τε, φησίν, τροφῆς μεταλαμβάνει, εἰ μὴ περιπατήσει τόπον τινὰ ἐξευρὼν ἑαυτῷ ἐπιτήδειον: μεθ᾽ κονισάμενος λούεται, εἶτα τρέφεται. Ἀριστοτέλης δὲ σχιδανόποδά φησιν p. 290 R' 'αὐτὸν εἶναι ἔχειν τε χρῶμα κυάνεον, σκέλη μακρά, ῥύγχος ἠργμένον ἐκ τῆς κεφαλῆς φοινικοῦν, μέγεθος ἀλεκτρυόνος, στόμαχον δ᾽ ἔχει λεπτόν: διὸ τῶν λαμβανομένων εἰς τὸν πόδα ταμιεύεται μικρὰς τὰς ψωμίδας. κάπτων δὲ πίνει. πενταδάκτυλός τε ὢν τὸν μέσον ἔχει μέγιστον. Ἀλέξανδρος δ᾽ Μύνδιος ἐν β# περὶ τῆς τῶν πτηνῶν ἱστορίας Λίβυν εἶναί φησι τὸν ὄρνιν καὶ τῶν κατὰ τὴν Λιβύην θεῶν ἱερόν. ΠΟΡΦΥΡΙΣ. Καλλίμαχος δ᾽ ἐν τῷ περὶ ὀρνίθων fr. 100 2 Schn' 'διεστάναι φησὶ πορφυρίωνα πορφυρίδος, ἰδίᾳ ἑκάτερον καταριθμούμενος: τὴν τροφήν τε λαμβάνειν τὸν πορφυρίωνα ἐν σκότῳ καταδυόμενον, ἵνα μή τις αὐτὸν θεάσηται. ἐχθραίνει γὰρ τοὺς προσιόντας αὐτοῦ τῇ τροφῇ. τῆς δὲ πορφυρίδος καὶ Ἀριστοφάνης ἐν Ὄρνισιν μνημονεύει v. 304'.' Ἴβυκος δέ τινας λαθιπορφυρίδας ὀνομάζει διὰ τούτων fr. 8 B4':' ‘τοῦ μὲν πετάλοισιν ἐπ᾽ ἀκροτάτοις ἱζάνοισι ποικίλαι πανέλοπες, αἰολόδειροι λαθιπορφυρίδες καὶ ἀλκυόνες τανυσίπτεροι.' ἐν ἄλλοις δέ φησιν fr. 4':'

αἰεί μ᾽, φίλε θυμέ, τανύπτερος ὡς ὅκα πορφυρίς.

ΠΕΡΔΙΞ. τούτων πολλοὶ μὲν μέμνηνται, ὡς καὶ Ἀριστοφάνης. τοῦ δὲ ὀνόματος αὐτῶν ἔνιοι συστέλλουσι τὴν μέσην συλλαβήν, ὡς Ἀρχίλοχος fr. 106 B4':'

πτώσσουσαν ὥστε πέρδικα.
οὕτως καὶ ὄρτυγα καὶ χοίνικα, πολὺ δέ ἐστι τὸ ἐκτεινόμενον παρὰ τοῖς Ἀττικοῖς. Σοφοκλῆς Καμικοῖς fr. 301 N':'
ὄρνιθος ἦλθ᾽ ἐπώνυμος
πέρδικος ἐν κλεινοῖς Ἀθηναίων πάγοις.
Φερεκράτης πεποιηκὼς τὸν Χείρωνα I 192 K':'
ἔξεισιν ἄκων δεῦρο πέρδικος τρόπον.
Φρύνιχος Τραγῳδοῖς I 384 K':'
τὸν Κλεόμβροτόν τε τοῦ
Πέρδικος υἱόν.
τὸ δὲ ζῷον ἐπὶ λαγνείας συμβολικῶς παρείληπται. Νικοφῶν ἐν Χειρογάστορσι I 779 K':'
τοὺς ἑψητοὺς καὶ τοὺς πέρδικας ἐκείνους.
Ἐπίχαρμος δ᾽ ἐν Κωμασταῖς βραχέως p. 244 L':'
σηπίας τ᾽ ἆγον νεούσας πέρδικάς τε πετομένους.
φησὶ δ᾽ Ἀριστοτέλης περὶ τοῦ ζῴου τάδε p. 28