Δυσχέρειας ΙΘ᾽
ἔστιν ἡ δυσχέρεια ἀθεραπευσία σώματος λύπης παρασκευαστική, [2] ὁ δὲ δυσχερὴς τοιοῦτός τις, οἷος λέπραν ἔχων καὶ ἀλφὸν καὶ τοὺς ὄνυχας μεγάλους περιπατεῖν καὶ φῆσαι ταῦτα εἶναι αὑτῷ συγγενικὰ ἀρρωστήματα: ἔχειν γὰρ αὐτὸν καὶ τὸν πατέρα καὶ τὸν πάππον, καὶ οὐκ εἶναι ῥᾴδιον αὐτὸν [3] εἰς τὸ γένος ὑποβάλλεσθαι. ἀμέλει δὲ δεινὸς καὶ ἕλκη ἔχειν ἐν τοῖς ἀντικνημίοις καὶ προσπταίσματα ἐν τοῖς δακτύλοις καὶ μὴ θεραπεῦσαι ἀλλ᾽ ἐᾶσαι θηριωθῆναι: καὶ τὰς μασχάλας δὲ θηριώδεις καὶ δασείας ἔχειν ἄχρι ἐπὶ πολὺ τῶν πλευρῶν καὶ τοὺς ὀδόντας μέλανας καὶ ἐσθιομένους, ὥστε δυσέντευκτος εἶναι καὶ ἀηδής.[4] καὶ τὰ τοιαῦτα: ἐσθίων ἀπομύττεσθαι: θύων ἅμ᾽ ἀδαξᾶσθαι: προσλαλῶν ἀπορρίπτειν ἀπὸ τοῦ στόματος: ἅμα [5] πιὼν προσερυγγάνειν. ἀναπίπτοντος ἐν τοῖς στρώμασι μετὰ [6] τῆς γυναικὸς αὐτοῦ κοιμᾶσθαι. ἐλαίῳ σαπρῷ ἐν βαλανείῳ [7] χρώμενος σφύζεσθαι. καὶ χιτωνίσκον παχὺν καὶ ἱμάτιον σφόδρα λεπτὸν καὶ κηλίδων μεστὸν ἀναβαλόμενος εἰς ἀγορὰν ἐξελθεῖν.
[8] καὶ εἰς [ἐξ] ὀρνιθοσκόπου τῆς μητρὸς ἐξελθούσης βλασφημῆσαι. [9] καὶ εὐχομένων καὶ σπενδόντων ἐκβαλεῖν τὸ [10] ποτήριον καὶ γελάσαι ὡς τεράστιόν τι πεποιηκώς. καὶ αὐλούμενος δὲ κροτεῖν ταῖς χερσὶ μόνος τῶν ἄλλων καὶ συντερετίζειν καὶ ἐπιτιμᾶν τῇ αὐλητρίδι, τί οὐ ταχὺ παύσαιτο. [11] καὶ ἀποπτύσαι δὲ βουλόμενος ὑπὲρ τῆς τραπέζης, προσπτύσαι τῷ οἰνοχόῳ.